Μυρρίνη
νὴ Δί᾽ ἀλλ᾽ ἐγώ.
Κινησίας
ἀλλ᾽ ἢ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται.
Μυρρίνη
ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω.
Κινησίας
930 ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον.
Μυρρίνη
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν:
μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας
νὴ Δί᾽ ἀπολοίμην ἆρα.
Μυρρίνη
σισύραν οὐκ ἔχεις.
Κινησίας
μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρίνη
935 ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι.
Κινησίας
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη
ἔπαιρε σαυτόν.
Κινησίας
ἀλλ᾽ ἐπῆρται τοῦτό γε.
Μυρρίνη
βούλει μυρίσω σε;
Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρίνη
νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
Κινησίας
940 εἴθ᾽ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.
Μυρρίνη
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
Κινησίας
οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρίνη
τάλαιν᾽ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησίας
945 ἀγαθόν: ἔα αὔτ᾽ ὦ δαιμονία.
Μυρρίνη
ληρεῖς ἔχων.
Κινησίας
κάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον.
Μυρρίνη
λαβὲ τόνδε τὸν ἀλάβαστον.
Κινησίας
ἀλλ᾽ ἕτερον ἔχω.
ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
μηδέν.
Μυρρίνη
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950 ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως ὦ φίλτατε
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
Κινησίας
βουλεύσομαι.
ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.
Κινησίας
οἴμοι τί πάθω; τίνα βινήσω
955 τῆς καλλίστης πασῶν ψευσθείς;
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην.
Χορὸς γερόντων
ἐν δεινῷ γ᾽ ὦ δύστηνε κακῷ
960 τείρει ψυχὴν ἐξαπατηθείς.
κἄγωγ᾽ οἰκτίρω σ᾽ αἰαῖ.
ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις,
ποία δ᾽ ὀσφῦς, ποῖος δ᾽ ὄρρος
965 κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
Κινησίας
ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.
Χορὸς γερόντων
ταυτὶ μέντοι νυνί σ᾽ ἐποίησ᾽
ἡ παμβδελυρὰ καὶ παμμυσαρά.
Κινησίας
970 μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκερά.
Χορὸς γερόντων
ποία γλυκερά; μιαρὰ μιαρά.
Κινησίας
μιαρὰ δῆτ᾽ ὦ Ζεῦ ὦ Ζεῦ:
εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975 ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτ᾽ αὖ πάλιν ἐς τὴν γῆν,
κᾆτ᾽ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.
Κῆρυξ Λακεδαιμονίων
980 πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
Κινησίας
σὺ δ᾽ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;
Κῆρυξ Λακεδαιμονίων
κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
Κινησίας
985 κἄπειτα δόρυ δῆθ᾽ ὑπὸ μάλης ἥκεις ἔχων;
Κῆρυξ Λακεδαιμονίων
οὐ τὸν Δί᾽ οὐκ ἐγών γα.
Κινησίας
ποῖ μεταστρέφει;
τί δὴ προβάλλει τὴν χλαμύδ᾽; ἢ βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ;
Κῆρυξ Λακεδαιμονίων
παλαιόρ γα ναὶ τὸν Κάστορα
ὥνθρωπος.
Κινησίας
ἀλλ᾽ ἔστυκας ὦ μιαρώτατε.
Κῆρυξ Λακεδαιμονίων
990 οὐ τὸν Δί᾽ οὐκ ἐγών γα: μηδ᾽ αὖ πλαδδίη.
Κινησίας
τί δ᾽ ἐστί σοι τοδί;
Κῆρυξ Λακεδαιμονίων
σκυτάλα Λακωνικά.
Κινησίας
εἴπερ γε χαὔτη ‘στὶ σκυτάλη Λακωνική.
ἀλλ᾽ ὡς πρὸς εἰδότ᾽ ἐμὲ σὺ τἀληθῆ λέγε.
τί τὰ πράγμαθ᾽ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
Κῆρυξ Λακεδαιμονίων
995 ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
ἅπαντες ἐστύκαντι: Πελλάνας δὲ δεῖ.
Κινησίας
ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
ἀπὸ Πανός;
Κῆρυξ Λακεδαιμονίων
οὔκ, ἀλλ᾽ ἆρχεν οἰῶ Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
1000 γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
Κινησίας
πῶς οὖν ἔχετε;
Κῆρυξ Λακεδαιμονίων
μογίομες. ἂν γὰρ τὰν πόλιν
ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
1005 ἐῶντι, πρί
ν γ᾽ ἅπαντες ἐξ ἑνὸς λόγω
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
Κινησίας
τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν: ἄρτι νυνὶ μανθάνω.
ἀλλ᾽ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
1010 αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
ἐγὼ δ᾽ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κῆρυξ Λακεδαιμονίων
ποτάομαι: κράτιστα γὰρ παντᾷ λέγεις.
Χορὸς γερόντων
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015 οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορὸς Γυναικῶν
ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην;
Χορὸς γερόντων
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορὸς Γυναικῶν
ἀλλ᾽ ὅταν βούλῃ σύ: νῦν δ᾽ οὖν οὔ σε περιόψομαι
1020 γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ.
Χορὸς γερόντων
τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε:
ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ.
Χορὸς Γυναικῶν
πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ.
1025 κεἴ με μὴ ‘λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
Χορὸς γερόντων
τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί:
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι:
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
Χορὸς Γυναικῶν
1030 ἀλλὰ δράσω ταῦτα: καίτοι δύσκολος ἔφυς ἀνήρ.
ἦ μέγ᾽ ὦ Ζεῦ χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χορὸς γερόντων
νὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει,
ὥστ᾽ ἐπειδὴ ‘ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
Χορὸς Γυναικῶν
1035 ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω.
Χορὸς γερόντων
μὴ φιλήσῃς.
Χορὸς Γυναικῶν
ἤν τε
βούλῃ γ᾽ ἤν τε μή.
Χορὸς γερόντων
ἀλλὰ μὴ ὥρασ᾽ ἵκοισθ᾽: ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων.
1040 ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
Χορός
οὐ παρασκευαζόμεσθα
τῶν πολιτῶν οὐδέν᾽ ὦνδρες
1045 φλαῦρον εἰπεῖν οὐδὲ ἕν.
ἀλλὰ πολὺ τοὔμπαλιν πάντ᾽ ἀγαθὰ καὶ λέγειν
καὶ δρᾶν: ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
ἀλλ᾽ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
1050 εἴ τις ἀργυρίδιον δεῖται
λαβεῖν μνᾶς ἢ δύ᾽ ἢ τρεῖς,
ὡς † πόλλ᾽ ἔσω ‘στὶν†
κἄχομεν βαλλάντια.
κἄν ποτ᾽ εἰρήνη φανῇ,
1055 ὅστις ἂν νυνὶ δανείσηται
παρ᾽ ἡμῶν,
ἃν λάβῃ μηκέτ᾽ ἀποδῷ. Χορός
ἑστιᾶν δὲ μέλλομεν ξένους
τινὰς Καρυστίους, ἄν-
1060 δρας καλούς τε κἀγαθούς.
κἄστιν ἔτ᾽ ἔτνος τι: καὶ δελφάκιον ἦν τί μοι,
καὶ τοῦτο τέθυχ᾽, ὡς τὰ κρέ᾽ ἔδεσθ᾽ ἁπαλὰ καὶ καλά.
ἥκετ᾽ οὖν εἰς ἐμοῦ τήμερον: πρῲ δὲ χρὴ
τοῦτο δρᾶν λελουμένους αὔ-
1065 τούς τε καὶ τὰ παιδί᾽, εἶτ᾽ εἴσω βαδίζειν,
μηδ᾽ ἐρέσθαι μηδένα,
ἀλλὰ χωρεῖν ἄντικρυς
ὥσπερ οἴκαδ᾽ εἰς ἑαυτῶν
1070 γεννικῶς, ὡς
ἡ θύρα κεκλῄσεται. Χορός
καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
Χορός
ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
1075 εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε.
Λάκων
τί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες.
Χορός
βαβαί: νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
Λάκων
1080 ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπᾳ σέλει
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
Χορός
καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτι᾽ ἀποστέλλοντας: ὥστε φαίνεται
1085 ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
Ἀθηναῖος
τίς ἂν φράσεις ποῦ᾽ στιν ἡ Λυσιστράτη;
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
Χορός
χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
Ἀθηναῖος
1090 μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλά?
?ει ταχύ,
οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν.
Χορός
εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπως
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
Ἀθηναῖος
1095 νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις.
Λάκων
ναὶ τὼ σιὼ
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
Ἀθηναῖος
ὢ χαίρετ᾽ ὦ Λάκωνες: αἰσχρά γ᾽ ἐπάθομεν.
Λάκων
ὦ Πολυχαρείδα δεινά κ᾽ αὖ ‘πεπόνθεμες,
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
Ἀθηναῖος
1100 ἄγε δὴ Λάκωνες αὔθ᾽ ἕκαστα χρὴ λέγειν.
ἐπὶ τί πάρεστε δεῦρο;
Λάκων
περὶ διαλλαγᾶν
πρέσβεις.
Ἀθηναῖος
καλῶς δὴ λέγετε: χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
Λάκων
1105 ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
Ἀθηναῖος
ἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν:
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται.
Χορός
χαῖρ᾽ ὦ πασῶν ἀνδρειοτάτη: δεῖ δὴ νυνί σε γενέσθαι
δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον:
1110 ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν.
Λυσιστράτη
ἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ ‘κπειρωμένους.
τάχα δ᾽ εἴσομαι ‘γώ. ποῦ ‘στιν ἡ Διαλλαγή;
1115 πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ,
μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων,
ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.