ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος
κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας
580 οἶδ᾽ οἶδα τὸν νοῦν: παῦε παῦε τοῦ λόγου.
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διόνυσος
μηδαμῶς
ὦ Ξανθίδιον.
Ξανθίας
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος
οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς:
585 κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
ἀλλ᾽ ἤν σε τοῦ λοιποῦ ποτ᾽ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστ᾽ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός
590 νῦν σὸν ἔργον ἔστ᾽, ἐπειδὴ
τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν ...
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
εἰ δὲ παραληρῶν ἁλώσει
595 κἀκβαλεῖς τι μαλθακόν,
αὖθις αἴρεσθαί σ᾽ ἀνάγκη
‘σται πάλιν τὰ στρώματα.
Ξανθίας
οὐ κακῶς ὦνδρες παραινεῖτ᾽,
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ᾽
ἄρτι συννοούμενος.
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
600 ταῦτ᾽ ἀφαιρεῖσθαι πάλιν πειράσεταί
μ᾽ εὖ οἶδ᾽ ὅτι.
ἀλλ᾽ ὅμως ἐγὼ παρέξω
‘μαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντ᾽ ὀρίγανον.
δεῖν δ᾽ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος
605 ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην: ἀνύετον.
Διόνυσος
ἥκει τῳ κακόν.
Ξανθίας
οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
Ἄιακος
εἶεν, καὶ μάχει;
ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διόνυσος
610 εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια;
Ἄιακος
μἀλλ᾽ ὑπερφυᾶ.
Διόνυσος
σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθίας
καὶ μὴν νὴ Δία
εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι,
ἢ ‘κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615 καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ:
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μ᾽ ἕλῃς ἀδικοῦντ᾽, ἀπόκτεινόν μ᾽ ἄγων.
Ἄιακος
καὶ πῶς βασανίσω;
Ξανθίας
πάντα τρόπον, ἐν κλίμακι
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
620 στρεβλῶν, ἔτι δ᾽ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Ἄιακος
δίκαιος ὁ λόγος: κἄν τι πηρώσω γέ σου
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας
625 μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών.
Ἄιακος
αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ.
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος
ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽: εἰ δὲ μή,
630 αὐτὸς σεαυτὸν αἰτιῶ.
Ἄιακος
λέγεις δὲ τί;
Διόνυσος
ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.
Ἄιακος
ταῦτ᾽ ἀκούεις;
Ξανθίας
φήμ᾽ ἐγώ.
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος:
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος
635 τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας
δίκαιος ὁ λόγος: χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Ἄιακος
640 οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ:
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθίας
πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Ἄιακος
ῥᾳδίως:
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθίας
καλῶς λέγεις.
Ἄιακος
ἰδού.
Ξανθίας
σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς.
Ἄιακος
645 ἤδη ‘πάταξά σ᾽.
Ξανθίας
οὐ μὰ Δί᾽.
Ἄιακος
οὐδ᾽ ἐμοὶ δοκεῖς.
ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος
πηνίκα;
Ἄιακος
καὶ δὴ ‘πάταξα.
Διόνυσος
κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος
οὐκ οἶδα: τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι.
Ξανθίας
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος
τί τἀτταταῖ;
650 μῶν ὠδυνήθης;
Ξανθίας
br />
οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα
ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Ἄιακος
ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
ἰοὺ ἰού.
Ἄιακος
τί ἔστιν;
Διόνυσος
ἱππέας ὁρῶ.
Ἄιακος
τί δῆτα κλάεις;
Διόνυσος
κρομμύων ὀσφραίνομαι.
Ἄιακος
655 ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν.
Διόνυσος
οὐδέν μοι μέλει.
Ἄιακος
βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθίας
οἴμοι.
Ἄιακος
τί ἔστι;
Ξανθίας
τὴν ἄκανθαν ἐξελε.
Ἄιακος
τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
Ἄπολλον — ὅς που Δῆλον ἢ Πυθῶν᾽ ἔχεις.
Ξανθίας
660 ἤλγησεν: οὐκ ἤκουσας;
Διόνυσος
οὐκ ἔγωγ᾽, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθίας
οὐδὲν ποιεῖς γάρ: ἀλλὰ τὰς λαγόνας σπόδει.
Ἄιακος
μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος
Πόσειδον
Ξανθίας
ἤλγησέν τις.
Διόνυσος
665 ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
Ἄιακος
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον:
670 ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
χἠ Φερρέφατθ᾽, ἅτ᾽ ὄντε κἀκείνω θεώ.
Διόνυσος
ὀρθῶς λέγεις: ἐβουλόμην δ᾽ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορός
675 Μοῦσα χορῶν ἱερῶν: ἐπίβηθι καὶ ἔλθ᾽ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
τὸν πολὺν ὀψομένη λαῶν: ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ᾽ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
680 δεινὸν ἐπιβρέμεται
Θρῃκία χελιδὼν
†ἐπὶ βάρβαρον ἑζομένη πέταλον: †
κελαδεῖ δ᾽ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
685 κἂν ἴσαι γένωνται. Χορός
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
690 ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
εἶτ᾽ ἄτιμόν φημι χρῆναι μηδέν᾽ εἶν᾽ ἐν τῇ πόλει:
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
κοὐδὲ ταῦτ᾽ ἔγωγ᾽ ἔχοιμ᾽ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλ᾽ ἐπαινῶ: μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ᾽ ἐδράσατε.
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ᾽ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
700 ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
εἰ δὲ ταῦτ᾽ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτ᾽ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
705 ὑστέρῳ χρόνῳ ποτ᾽ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. Χορός
εἰ δ᾽ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ᾽
οἰμώξεται,
οὐ πολὺν οὐδ᾽ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
ψευδολίτρου κονίας
καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει: ἰδὼν δὲ τάδ᾽ οὐκ
715 εἰρηνικὸς ἔσθ᾽, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
ξύλου βαδίζων. Χορός
πολλάκις γ᾽ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
720 ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθ᾽ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
τῶν πολιτῶν θ᾽ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ᾽ ἄν.
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
735 χρῆσθε τοῖς χρηστοῖσιν αὖθις: καὶ κατορθώσασι γὰρ
εὔλογον, κἄν τι σφαλῆτ
᾽, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε. Ἄιακος
νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
ὁ δεσπότης σου.
Ξανθίας
πῶς γὰρ οὐχὶ γεννάδας,
740 ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Ἄιακος
τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας
ᾤμωξε μέντἄν.
Ἄιακος
τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας
745 χαίρεις, ἱκετεύω;
Ἄιακος
μἀλλ᾽ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθίας
τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε;
Ἄιακος
καὶ τοῦθ᾽ ἥδομαι.
Ξανθίας
τί δὲ πολλὰ πράττων;
Ἄιακος
ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.
Ξανθίας
750 ὁμόγνιε Ζεῦ: καὶ παρακούων δεσποτῶν
ἅττ᾽ ἂν λαλῶσι;
Ἄιακος
μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας
τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
Ἄιακος
ἐγώ;
μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθίας
ὦ Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
755 καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;
Ἄιακος
Αἰσχύλου κεὐριπίδου.
Ξανθίας
ἆ.
Ἄιακος
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
760 ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας
ἐκ τοῦ;