ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν:
1510 κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω. Αἰσχύλος
1515 ταῦτα ποιήσω: σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε
δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520 μέμνησο δ᾽ ὅπως ὁ πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν
μηδ᾽ ἄκων ἐγκαθεδεῖται.
Πλούτων
φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525 λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός
πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
1530 τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ᾽ ἂν οὕτως
ἀργαλέων τ᾽ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.
THE ASSEMBLYWOMEN
Πραξάγορα
Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον:
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν:
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
5 μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις:
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
10 λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα:
στοάς τε καρποῦ Βακχίου τε νάματος
15 πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς:
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20 καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν: ἡ δ᾽ ἐκκλησία
αὐτίκα μάλ᾽ ἔσται: καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας,
ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμνησθ᾽ ἔτι,
δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25 ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνὴ Α
30 ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξάγορα
ἐγὼ δέ γ᾽ ὑμᾶς προσδοκῶσ᾽ ἠγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ᾽ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35 δεῖ γὰρ τὸν ἄνδρ᾽ αὐτῆς λαθεῖν.
Γυνὴ Β
ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ᾽ οὐ καταδαρθοῦσ᾽. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ᾽ ἐγώ,
τὴν νύχθ᾽ ὅλην ἤλαυνέ μ᾽ ἐν τοῖς στρώμασιν,
40 ὥστ᾽ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ‘λαβον.
Γυνὴ Α
καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
Πραξάγορα
οὔκουν ἐπείξεσθ᾽; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45 ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
Γυνὴ Α
τὴν Σμικυθίωνος δ᾽ οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
Πραξάγορα
καίτοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
Γυνὴ Α
τὴν τοῦ καπήλου δ᾽ οὐχ ὁρᾷς Γευσιστράτην
50 ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
Γυνὴ Β
καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστ᾽ ὄφελος ἐν τῇ πόλει.
Γυνὴ Γ
καὶ πάνυ ταλαιπώρως ἔγωγ᾽ ὦ φιλτάτη
55 ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ᾽ ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
Πραξάγορα
κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
Γυνὴ Α
60 ἔγωγε. πρῶτον μέν γ᾽ ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον:
ἔπειθ᾽ ὁπόθ᾽ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
ἀλειψαμένη τὸ σῶμ᾽ ὅλον δι᾽ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
Γυνὴ Β
65 κἄγωγε: τὸ ξυρὸν δέ γ᾽ ἐκ τῆς οἰκίας
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ π
ροσφερής.
Πραξάγορα
ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν
πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
Γυνὴ Α
70 νὴ τὴν Ἑκάτην καλόν γ᾽ ἔγωγε τουτονί.
Γυνὴ Β
κἄγωγ᾽ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
Πραξάγορα
ὑμεῖς δὲ τί φατε;
Γυνὴ Α
φασί: κατανεύουσι γάρ.
Πραξάγορα
καὶ μὴν τά γ᾽ ἄλλ᾽ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75 καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
Γυνὴ Α
ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
Γυνὴ Β
τοῦτ᾽ ἔστ᾽ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
Πραξάγορα
νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἐπιτήδειός γ᾽ ἂν ἦν
80 τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
ἀλλ᾽ ἄγεθ᾽ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτ᾽ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν:
ἡκκλησία δ᾽, εἰς ἣν παρεσκευάσμεθα
85 ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
Γυνὴ Α
νὴ τὸν Δί᾽ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
Γυνὴ Β
ταυτί γέ τοι νὴ τὸν Δί᾽ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
Πραξάγορα
90 πληρουμένης τάλαινα;
Γυνὴ Β
νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δ᾽ ἐστί μου τὰ παιδία.
Πραξάγορα
ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95 οὐκοῦν καλά γ᾽ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
ὁ δῆμος ὢν κἄπειθ᾽ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δ᾽ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια: τὸν πώγωνά τε
100 ὅταν καθῶμεν ὃν περιδησόμεσθ᾽ ἐκεῖ,
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ᾽ ὁρῶν;
Γυνὴ Α
Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων᾽ ἔχων
λέληθε: καίτοι πρότερον ἦν οὗτος γυνή:
νυνὶ δ᾽, ὁρᾷς, πράττει τὰ μέγιστ᾽ ἐν τῇ πόλει.
Πραξάγορα
105 τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθ᾽, ὥστ᾽ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν:
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ᾽ ἐλαύνομεν.
Γυνὴ Α
110 καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
δημηγορήσει;
Πραξάγορα
πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν:
ἡμῖν δ᾽ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
Γυνὴ Α
115 οὐκ οἶδα: δεινὸν δ᾽ ἐστὶν ἡ μὴ ‘μπειρία.
Πραξάγορα
οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θ᾽ ὅσαι λαλεῖν μεμελετήκασί που.
Γυνὴ Α
120 τίς δ᾽ ὦ μέλ᾽ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
Πραξάγορα
ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ:
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθ᾽ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
Γυνὴ Α
δεῦρ᾽ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125 ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
Πραξάγορα
πῶς καταγέλαστον;
Γυνὴ Α
ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
Πραξάγορα
ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ᾽ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
130 κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
ἐγώ.
Πραξάγορα
περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
Γυνὴ Α
ἰδού.
Πραξάγορα
λέγοις ἄν.
Γυνὴ Α
εἶτα πρὶν πιεῖν λέγω;
Πραξάγορα
ἰδοὺ πιεῖν.
Γυνὴ Α
τί γὰρ ὦ μέλ᾽ ἐστεφανωσάμην;
Πραξάγορα
ἄπιθ᾽ ἐκποδών: τοιαῦτ᾽ ἂν ἡμᾶς ἠργάσω
135 κἀκεῖ.
Γυνὴ Α
τί δ᾽; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
Πραξάγορα
ἰδού γε σοὶ πίνουσι.
Γυνὴ Α
νὴ τὴν Ἄρτεμιν
καὶ ταῦτα γ᾽ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν ὅσ᾽ ἂν πράξωσιν ἐνθυμουμένοις
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140 καὶ νὴ Δία σπένδουσί γ᾽: ἢ τίνος χάριν
τοσαῦτ᾽ ἂν ηὔχοντ᾽, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γ᾽ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντ᾽ ἐκφέρουσ᾽ οἱ τοξόται,
Πραξάγορα
σὺ μὲν βάδιζε καὶ κάθησ᾽: οὐδὲν γὰρ εἶ.
Γυνὴ Α
145 νὴ τὸν Δί᾽ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν:
br /> δίψῃ γάρ, ὡς ἔοικ᾽, ἀφαυανθήσομαι.
Πραξάγορα
ἔσθ᾽ ἥτις ἑτέρα βούλεται λέγειν;
Γυνὴ Β
ἐγώ.
Πραξάγορα
ἴθι δὴ στεφανοῦ: καὶ γὰρ τὸ χρῆμ᾽ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
150 διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
Γυνὴ Β
ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
λέγειν τὰ βέλτισθ᾽, ἵν᾽ ἐκαθήμην ἥσυχος:
νῦν δ᾽ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155 ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
Πραξάγορα
μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
Γυνὴ Β
τί δ᾽ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ᾽ ᾔτησά σε.
Πραξάγορα
μὰ Δί᾽ ἀλλ᾽ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γ᾽ ἄλλ᾽ εἰποῦσα δεξιώτατα.
Γυνὴ Β
160 ὢ νὴ τὸν Ἀπόλλω.
Πραξάγορα
παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσουσ᾽ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτ᾽ ἀκριβωθήσεται.
Γυνὴ Β
φέρε τὸν στέφανον: ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165 ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι —
Πραξάγορα
γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
Γυνὴ Β
δι᾽ Ἐπίγονόν γ᾽ ἐκεῖνον: ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
Πραξάγορα
ἄπερρε καὶ σὺ καὶ κάθησ᾽ ἐντευθενί:
170 αὐτὴ γὰρ ὑμῶν γ᾽ ἕνεκά μοι λέξειν δοκῶ
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δ᾽ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα