Πραξάγορα
ἀλλ᾽ οὐκ ἔσται τοῦτο παρ᾽ ἡμῖν:
690 πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
695 τάδε λέξουσιν: ‘δεῦρο παρ᾽ ἡμᾶς:
ἐνθάδε μεῖράξ ἐσθ᾽ ὡραία.’
‘παρ᾽ ἐμοὶ δ᾽ ἑτέρα’
φήσει τις ἄνωθ᾽ ἐξ ὑπερῴου,
‘καὶ καλλίστη καὶ λευκοτάτη:
700 πρότερον μέντοι δεῖ σε καθεύδειν
αὐτῆς παρ᾽ ἐμοί.’
τοῖς εὐπρεπέσιν δ᾽ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδ᾽ ἐροῦσιν: ‘ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών:
705 τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι.’
Πραξάγορα
710 φέρε νυν φράσον μοι, ταῦτ᾽ ἀρέσκει σφῷν;
Βλέπυρος
πάνυ.
Πραξάγορα
βαδιστέον τἄρ᾽ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵν᾽ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715 ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
Βλέπυρος
ἤδη γὰρ εὐωχησόμεσθα;
Πραξάγορα
φήμ᾽ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας.
Βλέπυρος
ἵνα τί;
Πραξάγορα
δῆλον τουτογί:
720 ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
Βλέπυρος
725 φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
ἵν᾽ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
Ἀνὴρ Α
ἐγὼ δ᾽ ἵν᾽ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
Χοροῦ
Ἀνὴρ Α
730 χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψασ᾽ ἐμούς.
ποῦ᾽ σθ᾽ ἡ διφροφόρος; ἡ χύτρα δεῦρ᾽ ἔξιθι,
735 νὴ Δία μέλαινά γ᾽, οὐδ᾽ ἂν εἰ τὸ φάρμακον
ἕψουσ᾽ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
ἵστω παρ᾽ αὐτήν, δεῦρ᾽ ἴθ᾽, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
ἐνταῦθα. σὺ δὲ δεῦρ᾽ ἡ κιθαρῳδὸς ἔξιθι,
740 πολλάκις ἀναστήσασά μ᾽ εἰς ἐκκλησίαν
ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβὼν προΐτω: τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδ᾽ ἐξένεγκε καὶ τὴν λήκυθον.
745 τὰ χυτρίδι᾽ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
Ἀνὴρ Β
ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γ᾽ οὐδέποτ᾽, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
750 οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾽ ὅπως ἔχει.
οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
755 αὔτ᾽ ἢ φέρεις ἐνέχυρα θήσων;
Ἀνὴρ Α
οὐδαμῶς.
Ἀνὴρ Β
τί δῆτ᾽ ἐπὶ στοίχου ‘στὶν οὕτως; οὔτι μὴ
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
Ἀνὴρ Α
μὰ Δί᾽ ἀλλ᾽ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Ἀνὴρ Β
760 μέλλεις ἀποφέρειν;
Ἀνὴρ Α
πάνυ γε.
Ἀνὴρ Β
κακοδαίμων ἄρ᾽ εἶ
νὴ τὸν Δία τὸν σωτῆρα.
Ἀνὴρ Α
πῶς;
Ἀνὴρ Β
πῶς; ῥᾳδίως.
Ἀνὴρ Α
τί δ᾽; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
Ἀνὴρ Β
ποίοισιν ὦ δύστηνε;
Ἀνὴρ Α
τοῖς δεδογμένοις.
Ἀνὴρ Β
δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ᾽ ἄρα.
Ἀνὴρ Α
765 ἀνόητος;
Ἀνὴρ Β
οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων.
Ἀνὴρ Α
ὅτι τὸ ταττόμενον ποιῶ;
Ἀνὴρ Β
τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
Ἀνὴρ Α
μάλιστα πάντων.
Ἀνὴρ Β
τὸν μὲν οὖν ἀβέλτερον.
Ἀνὴρ Α
σὺ δ᾽ οὐ καταθεῖναι διανοεῖ;
Ἀνὴρ Β
φυλάξομαι,
770 πρὶν ἄν γ᾽ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
Ἀνὴρ Α
τί γὰρ ἄλλο γ᾽ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματ᾽ εἰσ
ίν;
Ἀνὴρ Β
ἀλλ᾽ ἰδὼν ἐπειθόμην.
Ἀνὴρ Α
λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
Ἀνὴρ Β
λέξουσι γάρ.
Ἀνὴρ Α
καί φασιν οἴσειν ἀράμενοι.
Ἀνὴρ Β
φήσουσι γάρ.
Ἀνὴρ Α
775 ἀπολεῖς ἀπιστῶν πάντ᾽.
Ἀνὴρ Β
ἀπιστήσουσι γάρ.
Ἀνὴρ Α
ὁ Ζεύς σέ γ᾽ ἐπιτρίψειεν.
Ἀνὴρ Β
ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τιν᾽ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτ᾽ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία: καὶ γὰρ οἱ θεοί:
780 γνώσει δ᾽ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων:
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ᾽ ὑπτίαν
οὐχ ὥς τι δώσοντ᾽ ἀλλ᾽ ὅπως τι λήψεται.
Ἀνὴρ Α
ὦ δαιμόνι᾽ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
785 ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ᾽ ἱμάς;
Ἀνὴρ Β
ὄντως γὰρ οἴσεις;
Ἀνὴρ Α
ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε.
Ἀνὴρ Β
τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτ᾽ ἤδη —
Ἀνὴρ Α
τί δρᾶν;
Ἀνὴρ Β
790 ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
Ἀνὴρ Α
ἵνα δὴ τί;
Ἀνὴρ Β
σεισμὸς εἰ γένοιτο πολλάκις
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντ᾽ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
Ἀνὴρ Α
χαρίεντα γοῦν πάθοιμ᾽ ἄν, εἰ μὴ ‘χοιμ᾽ ὅποι
795 ταῦτα καταθείμην.
Ἀνὴρ Β
μὴ γὰρ οὐ λάβῃς ὅποι:
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
Ἀνὴρ Α
τιή;
Ἀνὴρ Β
ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττ᾽ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
Ἀνὴρ Α
οἴσουσιν ὦ τᾶν.
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί;
Ἀνὴρ Α
800 ἀμέλει κομιοῦσιν.
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί;
Ἀνὴρ Α
μαχούμεθ᾽ αὐτοῖς.
Ἀνὴρ Β
ἢν δὲ κρείττους ὦσι, τί;
Ἀνὴρ Α
ἄπειμ᾽ ἐάσας.
Ἀνὴρ Β
ἢν δὲ πωλῶσ᾽ αὐτά, τί;
Ἀνὴρ Α
διαρραγείης.
Ἀνὴρ Β
ἢν διαρραγῶ δέ, τί;
Ἀνὴρ Α
καλῶς ποιήσεις.
Ἀνὴρ Β
σὺ δ᾽ ἐπιθυμήσεις φέρειν;
Ἀνὴρ Α
805 ἔγωγε: καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας.
Ἀνὴρ Β
πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης
αὔτ᾽ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας.
Ἀνὴρ Α
οἴμωζε.
Ἀνὴρ Β
Καλλίμαχος δ᾽ ὁ χοροδιδάσκαλος
810 αὐτοῖσιν εἰσοίσει τι;
Ἀνὴρ Α
πλείω Καλλίου.
Ἀνὴρ Β
ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
Ἀνὴρ Α
δεινά γε λέγεις.
Ἀνὴρ Β
τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
Ἀνὴρ Α
815 ἔγωγε.
Ἀνὴρ Β
τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ᾽, οὐκ οἶσθα;
Ἀνὴρ Α
καὶ κακόν γέ μοι
τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα.
820 ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγ᾽ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν: ‘ἀργύρῳ γὰρ χρώμεθα.’
Ἀνὴρ Β
τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῇ πόλει
825 τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην:
ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ἀνὴρ Α
830 οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δ᾽ αἱ γυναῖκες.
Ἀνὴρ Β
ἃς ἐγὼ φυλάξομαι
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ἀνὴρ Α
οὐκ οἶδ᾽ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
Κηρύκαινα
ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει,
835 χωρεῖτ᾽ ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε:
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840 κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,
κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφα
νοι πλέκονται, φρύγεται τραγήματα,
845 χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου:
850 ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε.
Ἀνὴρ Β
οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
Ἀνὴρ Α
855 καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
Ἀνὴρ Β
ἐπὶ δεῖπνον.
Ἀνὴρ Α
οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ᾽ ἂν ἀπενέγκῃς.
Ἀνὴρ Β
ἀλλ᾽ ἀποίσω.
Ἀνὴρ Α
πηνίκα;
Ἀνὴρ Β
οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
Ἀνὴρ Α
τί δή;
Ἀνὴρ Β
ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.
Ἀνὴρ Α
860 βαδιεῖ δὲ δειπνήσων ὅμως;
Ἀνὴρ Β
τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας.
Ἀνὴρ Α
ἢν δὲ κωλύσωσι, τί;
Ἀνὴρ Β
ὁμόσ᾽ εἶμι κύψας.
Ἀνὴρ Α
ἢν δὲ μαστιγῶσι, τί;
Ἀνὴρ Β
καλούμεθ᾽ αὐτάς.
Ἀνὴρ Α
ἢν δὲ καταγελῶσι, τί;
Ἀνὴρ Β
865 ἐπὶ ταῖς θύραις ἑστώς —
Ἀνὴρ Α
τί δράσεις; εἰπέ μοι.
Ἀνὴρ Β
τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
Ἀνὴρ Α
βάδιζε τοίνυν ὕστερος: σὺ δ᾽ ὦ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνὴρ Β
φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ἀνὴρ Α