Δημοσθένης
εἴπω;
Νικίας
νὴ Δία.
Δημοσθένης
ἀλλαντοπώλης ἔσθ᾽ὁ τοῦτον ἐξολῶν.
Νικίας
ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; 145
Δημοσθένης
ζητῶμεν αὐτόν.
Νικίας
ἀλλ᾽ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
Δημοσθένης
ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρ᾽ὦ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Ἀλλαντοπώλης
τί ἔστι; τί με καλεῖτε; 150
Δημοσθένης
δεῦρ᾽ἔλθ᾽, ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νικίας
ἴθι δὴ κάθελ᾽αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ᾽ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δημοσθένης
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· 155
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Ἀλλαντοπώλης
ἰδού· τί ἔστιν;
Δημοσθένης
ὦ μακάρι᾽ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δ᾽ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Ἀλλαντοπώλης
τί μ᾽ὦγάθ᾽οὐ πλύνειν ἐᾷς τὰς κοιλίας 160
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δημοσθένης
ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
Ἀλλαντοπώλης
ὁρῶ.
Δημοσθένης
τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· 165
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
Ἀλλαντοπώλης
ἐγώ;
Δημοσθένης
σὺ μέντοι· κοὐδέπω γε πάνθ᾽ὁρᾷς.
ἀλλ᾽ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. 170
Ἀλλαντοπώλης
καθορῶ.
Δημοσθένης
τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Ἀλλαντοπώλης
ἔγωγε.
Δημοσθένης
πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ᾽ἐς Καρίαν
τὸν δεξιόν, τὸν δ᾽ἕτερον ἐς Καρχηδόνα.
Ἀλλαντοπώλης
εὐδαιμονήσω δ᾽εἰ διαστραφήσομαι; 175
Δημοσθένης
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης
εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης
δι᾽αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, 180
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης
οὐκ ἀξιῶ ᾽γὼ ᾽μαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης
οἴμοι τί ποτ᾽ἔσθ᾽ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; 185
Ἀλλαντοπώλης
μὰ τοὺς θεοὺς
εἰ μὴ ᾽κ πονηρῶν γ᾽.
Δημοσθένης
ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης
ἀλλ᾽ὦγάθ᾽οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης
τουτὶ μόνον σ᾽ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. 190
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτ᾽ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλ᾽εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασ᾽ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης
πῶς δῆτά φησ᾽ὁ χρησμός; 195
Δημοσθένης
εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
ἀλλ᾽ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, 200
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης
πῶς οὖν πρὸς ἐμὲ ταῦτ᾽ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης
βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ᾽οὑτοσί.
Ἀλλαντοπώλης
τί δ᾽ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης
αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. 205
Ἀλλαντοπώλης
ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης
τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ᾽ἀλλᾶς αὖ μακρόν.
εἶθ᾽αἱματοπώτης ἔσθ᾽ὅ τ᾽ἀλλᾶς χὠ δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. 210
Ἀλλαντοπώλης
τὰ μὲν λόγι᾽αἰκάλλει με· θαυμάζω δ᾽ὅπως
τὸν δῆμον οἷ?
??ς τ᾽ἐπιτροπεύειν εἴμ᾽ἐγώ.
Δημοσθένης
φαυλότατον ἔργον· ταῦθ᾽ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευ᾽ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ 215
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δ᾽ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. 220
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Ἀλλαντοπώλης
καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Δημοσθένης
ἀλλ᾽εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι 225
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κἀγὼ μετ᾽αὐτῶν χὠ θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθ᾽· οὐ γάρ ἐστιν ἐξῃκασμένος, 230
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Ἀλλαντοπώλης
οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
Κλέων
οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, 235
ὁτιὴ ᾽πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθ᾽ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
Δημοσθένης
οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα 240
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτι᾽οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
ἅνδρες ἐγγύς. ἀλλ᾽ἀμύνου κἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. 245
ἀλλ᾽ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορός Ἱππεῶν
παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ᾽ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. 250
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ᾽κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλέων
ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, 255
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθ᾽, ὡς ὑπ᾽ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός
ἐν δίκῃ γ᾽, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, 260
κἄν τιν᾽αὐτῶν γνῷς ἀπράγμον᾽ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτ᾽ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. 265
Κλέων
ξυνεπίκεισθ᾽ὑμεῖς; ἐγὼ δ᾽ἄνδρες δι᾽ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός
ὡς δ᾽ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ᾽ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται; 270
ἀλλ᾽ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δ᾽ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλέων
ὦ πόλις καὶ δῆμ᾽ὑφ᾽οἵων θηρίων γαστρίζομαι.
Χορός
καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλέων
ἀλλ᾽ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. 275
Χορός
ἀλλ᾽ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δ᾽ἀναιδείᾳ παρέλθῃ σ᾽, ἡμέτερος ὁ πυραμοῦς.
Κλέων
τουτονὶ τὸν ἄνδρ᾽ἐγὼ ᾽νδείκνυμι, καὶ φήμ᾽ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης
ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ 280
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης
νὴ Δί᾽ἐξάγων γε τἀπόρρηθ᾽, ἅμ᾽ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλέων
ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης
τριπλάσιον κεκράξομαί σου. 285
Κλέων
καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης
κατακεκράξομαί σε κράζων.
Κλέων
διαβαλῶ σ᾽ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης
κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων
περιελῶ σ᾽ἀλαζονείαις. 290
Ἀλλαντοπώλη
ς
ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων
βλέψον ἔς μ᾽ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης
ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων
διαφορήσω σ᾽εἴ τι γρύξει.
Ἀλλαντοπώλης
κοπροφορήσω σ᾽εἰ λαλήσεις. 295
Κλέων
ὁμολογῶ κλέπτειν· σὺ δ᾽οὐχί.
Ἀλλαντοπώλης
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
Κλέων
ἀλλότρια τοίνυν σοφίζει,
καὶ φανῶ σε τοῖς πρυτάνεσιν 300
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
χοντα κοιλίας.
Χορός
ὦ μιαρὲ καὶ βδελυρὲ “καὶ κεκράκτα”, τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δ᾽ἐκκλησία, καὶ τέλη 305
καὶ γραφαὶ καὶ δικαστήρι᾽, ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς, 310
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν. 313
Κλέων
οἶδ᾽ἐγὼ τὸ πρᾶγμα τοῦθ᾽ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης
εἰ δὲ μὴ σύ γ᾽οἶσθα κάττυμ᾽, οὐδ᾽ἐγὼ χορδεύματα, 315
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθένης
νὴ Δία κἀμὲ τοῦτ᾽ἔδρασε ταὐτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν· 320
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χορός
ἆρα δῆτ᾽οὐκ ἀπ᾽ἀρχῆς ἐδήλους ἀναίδειαν,