Page 65 of The Complete Plays

Στρεψιάδης

  Τί σὺ λέγεις ; Οὐ πείθομαι,

  ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

  Μαθητής

  Ὡς τοῦτ’ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

  Στρεψιάδης

  Καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται; 210

  Μαθητής

  Ἐνταῦθ᾿ ἔνεισιν. Ἡ δέ γ᾿ Εὔβοι᾿, ὡς ὁρᾷς,

  ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

  Στρεψιάδης

  Οἶδ᾿· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους

  Ἀλλ᾿ ἡ Λακεδαίμων ποῦ ᾿στίν ;

  Μαθητής

  Ὅπου ᾿στίν ; Αὑτηί.

  Στρεψιάδης

  Ὡς ἐγγὺς ἡμῶν. Τοῦτο μεταφροντίζετε, 215

  ταύτην ἀφ’ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

  Μαθητής

  ἀλλ’ οὐχ οἷόν τε.

  Στρεψιάδης

  Νὴ Δί᾿, οἰμώξεσθ᾿ ἄρα.

  Φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ ;

  Μαθητής

  Αὐτός.

  Στρεψιάδης

  Τίς αὐτός;

  Μαθητής

  Σωκράτης.

  Στρεψιάδης

  Ὦ Σωκράτης.

  ἴθ’ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.

  Μαθητής

  Αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή. 220

  Στρεψιάδης

  Ὦ Σώκρατες,

  ὦ Σωκρατίδιον.

  Σωκράτης

  Τί με καλεῖς, ὦφήμερε ;

  Στρεψιάδης

  Πρῶτον μὲν ὅ τι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.

  Σωκράτης

  Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. 225

  Στρεψιάδης

  Ἐπειτ᾿ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,

  ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

  Σωκράτης

  Οὐ γὰρ ἄν ποτε

  ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,

  εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα

  λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα. 230

  Εἰ δ’ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,

  οὐκ ἄν ποθ᾿ ηὗρον· οὐ γὰρ ἀλλ᾿ ἡ γῆ βίᾳ

  ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

  Πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

  Στρεψιάδης

  Τί φῄ ς; 235

  Ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα;

  Ἴθι νυν κατάβηθ’ ὦ Σωκρατίδιον ὡς ἐμέ,

  ἵνα με διδάξῃς ὧνπερ οὕνεκ’ ἐλήλυθα.

  Σωκράτης

  Ἦλθες δὲ κατὰ τ ί;

  Στρεψιάδης

  Βουλόμενος μαθεῖν λέγειν·

  ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων 240

  ἄγομαι φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι.

  Σωκράτης

  Πόθεν δ’ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος ;

  Στρεψιάδης

  Νόσος μ’ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.

  Ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

  τὸν μηδὲν ἀποδιδόντα. Μισθὸν δ ‘ὅντιν’ ἂν 245

  πράττῃ μ’ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

  Σωκράτης

  Ποίους θεοὺς ὀμεῖ σύ ; Πρῶτον γὰρ θεοὶ

  ἡμῖν νόμισμ’ οὐκ ἔστι.

  Στρεψιάδης

  Τῷ γὰρ ὄμνυτε ;

  Σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;

  Σωκράτης

  Βούλει τὰ θεῖα πράγματ’ εἰδέναι σαφῶς 250

  ἅττ’ ἐστὶν ὀρθῶς;

  Στρεψιάδης

  Νὴ Δί᾿, εἴπερ ἐστί γε.

  Σωκράτης

  Καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,

  ταῖς ἡμετέραισι δαίμοσιν ;

  Στρεψιάδης

  Μάλιστά γε.

  Σωκράτης

  Κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

  Στρεψιάδης

  Ἰδού, κάθημαι. 255

  Σωκράτης

  Τουτονὶ τοίνυν λαβὲ

  τὸν στέφανον.

  Στρεψιάδης

  Ἐπὶ τί στέφανον ; Οἴμοι, Σώκρατες,

  ὥσπερ με τὸν Ἀθάμανθ’ ὅπως μὴ θύσετε.

  Σωκράτης

  Οὔκ , ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους

  ἡμεῖς ποιοῦμεν.

  Στρεψιάδης

  Εἶτα δὴ τί κερδανῶ ;

  Σωκράτης

  Λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη. 260

  Ἀλλ᾿ ἔχ᾿ ἀτρεμεί.

  Στρεψιάδης

  Μὰ τὸν Δί᾿ οὐ ψεύσει γέ με·

  καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.

  Σωκράτης

  Εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.

  Ὦ δέσποτ᾿ ἄναξ, ἀμέτρητ᾿ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,

  λαμπρός τ’ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, 265

  ἄρθητε, φάνητ᾿, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.

  Στρεψιάδης

  Μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.

  Τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον᾿ ἔχοντα.

  Σωκράτης

  Ἔλθετε δῆτ᾿, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ᾿ εἰς ἐπίδειξιν·

  εἴτ᾿ ἐπ᾿ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, 270

  εἴτ’ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,

  εἴτ’ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,

  ἢ Μαιῶτιν λίμνην ἔχετ’ ἢ σκόπελον νιφόεντα Μίμαντος:

  ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

  Χορός

  Ἀέναοι Νεφέλ
αι 275

  ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,

  πατρὸς ἀπ’ Ὠκεανοῦ βαρυαχέος

  ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ

  δενδροκόμους, ἵνα 280

  τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,

  καρπούς τ’ ἀρδομέναν ἱερὰν χθόνα,

  καὶ ποταμῶν ζαθέων κελαδήματα,

  καὶ πόντον κελάδοντα βαρύβρομον·

  ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται 285

  μαρμαρέαις ἐν αὐγαῖς.

  Ἀλλ’ ἀποσεισάμεναι νέφος ὄμβριον

  ἀθανάτας ἰδέας ἐπιδώμεθα

  τηλεσκόπῳ ὄμματι γαῖαν. 290

  Σωκράτης

  Ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος.

  Ἤισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;

  Στρεψιάδης

  Καὶ σέβομαί γ᾿, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταποπαρδεῖν

  πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.

  Κεἰ θέμις ἐστίν, νυνί γ’ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω. 295

  Σωκράτης

  Οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,

  ἀλλ᾿ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

  Χορός

  Παρθένοι ὀμβροφόροι

  ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν 300

  Κέκροπος ὀψόμεναι πολυήρατον:

  οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα

  μυστοδόκος δόμος

  ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,

  οὐρανίοις τε θεοῖς δωρήματα, 305

  ναοί θ’ ὑψερεφεῖς καὶ ἀγάλματα,

  καὶ πρόσοδοι μακάρων ἱερώταται,

  εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,

  παντοδαπαῖς ἐν ὥραις, 310

  ἦρί τ’ ἐπερχομένῳ Βρομία χάρις,

  εὐκελάδων τε χορῶν ἐρεθίσματα

  καὶ μοῦσα βαρύβρομος αὐλῶν.

  Στρεψιάδης

  Πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ᾿, ὦ Σώκρατες, αὗται

  αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν ; Πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ᾿, ὦ Σώκρατες, αὗται ἡρῷναί τινές εἰσιν ; 315

  Σωκράτης

  Ἥκιστ’ ἀλλ’οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς,

  αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν

  καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

  Στρεψιάδης

  Ταῦτ᾿ ἄρ᾿ ἀκούσασ᾿ αὐτῶν τὸ φθέγμ᾿ ἡ ψυχή μου πεπότηται

  καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν, 320

  καὶ γνωμιδίῳ γνώμην νύξασ’ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·

  ὥστ’ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

  Σωκράτης

  Βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ’: ἤδη γὰρ ὁρῶ κατιούσας

  ἡσυχῇ αὐτάς.

  Στρεψιάδης

  Φέρε ποῦ ; Δεῖξον.

  Σωκράτης

  Χωροῦσ’ αὗται πάνυ πολλαὶ

  διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. 325

  Στρεψιάδης

  Τί τὸ χρῆμα ;

  Ὡς οὐ καθορῶ.

  Σωκράτης

  Παρὰ τὴν εἴσοδον.

  Στρεψιάδης

  Ἤδη νυνὶ μόλις οὕτως.

  Σωκράτης

  Νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

  Στρεψιάδης

  Νὴ Δί᾿ ἔγωγ᾿. Ὀ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.

  Σωκράτης

  Ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθ’ οὐδ’ ἐνόμιζες ;

  Στρεψιάδης

  Μὰ Δί’ ἀλλ’ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι. 330

  Σωκράτης

  Οὐ γὰρ μὰ Δί᾿ οἶσθ᾿ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,

  Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,

  κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,

  οὐδὲν δρῶντας βόσκουσ’ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.

  Στρεψιάδης

  Ταῦτ ‘ἄρ’ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν, 335

  πλοκάμους θ’ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,

  εἶτ’ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,

  ὄμβρους θ’ὑδάτων δροσερᾶν νεφελᾶν· εἶτ’ ἀντ’ αὐτῶν κατέπινον

  κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ’ ὀρνίθεια κιχηλᾶν.

  Σωκράτης

  Διὰ μέντοι τάσδ’ οὐχὶ δικαίως ; 340

  Στρεψιάδης

  Λέξον δή μοι, τί παθοῦσαι,

  εἴπερ νεφέλαι γ’ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν ;

  Οὐ γὰρ ἐκεῖναί γ’ εἰσὶ τοιαῦται.

  Σωκράτης

  Φέρε ποῖαι γάρ τινές εἰσιν ;

  Στρεψιάδης

  Οὐκ οἶδα σαφῶς· εἴξασιν δ᾿ οὖν ἐρίοισιν πεπταμένοισιν,

  κοὐχὶ γυναιξίν, μὰ Δί᾿, οὐδ᾿ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

  Σωκράτης

  Ἀπόκριναί νυν ἅττ’ ἂν ἔρωμαι. 345

  Στρεψιάδης

  Λέγε νυν ταχέως ὅ τι βούλει.

  Σωκράτης

  Ἤδη ποτ’ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,

  ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

  Στρεψιάδης

  Νὴ Δί᾿ ἔγωγ᾿. Εἶτα τί τοῦτο ;

  Σωκράτης

  Γίγνο?
?ται πάνθ᾿ ὅτι βούλονται· κᾆτ᾿ ἢν μὲν ἴδωσι κομήτην

  ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,

  σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

  Στρεψιάδης

  Τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν; 351

  Σωκράτης

  Ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

  Στρεψιάδης

  Ταῦτ’ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,

  ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ’ ἐγένοντο.

  Σωκράτης

  Καὶ νῦν γ’ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ’ ἐγένοντο γυναῖκες. 355

  Στρεψιάδης

  Χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

  οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

  Χορός

  Χαῖρ’ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,

  Σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις ·

  οὐ γὰρ ἂν ἄλλῳ γ’ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν 360

  πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,

  ὅτι βρενθύει τ’ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,

  κἀνυπόδητος κακὰ πόλλ’ἀνέχει κἀφ’ἡμῖν σεμνοπροσωπεῖς.

  Στρεψιάδης

  Ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

  Σωκράτης

  Αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ’ἐστὶ φλύαρος. 365

  Στρεψιάδης

  Ὁ Ζεὺς δ’ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν ;

  Σωκράτης

  Ποῖος Ζεύς; Οὐ μὴ ληρήσεις. Οὐδ᾿ ἐστὶ Ζεύς.