Οἴμοι τίς ἂν δῆτ’ἐπιβάλοι
ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα ; 730
Σωκράτης
φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
οὗτος καθεύδεις;
Στρεψιάδης
μὰ τὸν Ἀπόλλω ‘γὼ μὲν οὔ.
Σωκράτης
ἔχεις τι;
Στρεψιάδης
μὰ Δί’οὐ δῆτ’ἔγωγ’.
Σωκράτης
οὐδὲν
πάνυ;
Στρεψιάδης
οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
Σωκράτης
735 οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
Στρεψιάδης
περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
Σωκράτης
αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
Στρεψιάδης
ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
Σωκράτης
740 ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
Στρεψιάδης
οἴμοι τάλας.
Σωκράτης
ἔχ’ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων,
ἀφεὶς ἄπελθε, [καὶ] κατὰ τὴν γνώμην πάλιν
745 κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
Στρεψιάδης
ὦ Σωκρατίδιον φίλτατον.
Σωκράτης
τί ὦ γέρον;
Στρεψιάδης
ἔχω τόκου γνώμην ἀποστερητικήν.
Σωκράτης
ἐπίδειξον αὐτήν.
Στρεψιάδης
εἰπὲ δή νύν μοι —
Σωκράτης
τὸ τί;
Στρεψιάδης
γυναῖκα φαρμακίδ’εἰ πριάμενος Θετταλὴν
750 καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
αὐτὴν καθείρξαιμ’ἐς λοφεῖον στρογγύλον,
ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —
Σωκράτης
τί δῆτα τοῦτ’ἂν ὠφελήσειέν σ’;
Στρεψιάδης
ὅ τι;
εἰ μηκέτ’ἀνατέλλοι σελήνη μηδαμοῦ,
755 οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
Σωκράτης
ὁτιὴ τί δή;
Στρεψιάδης
ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
Σωκράτης
εὖ γ’: ἀλλ’ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
760 ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
Στρεψιάδης
ὅπως; ὅπως; οὐκ οἶδ’: ἀτὰρ ζητητέον.
Σωκράτης
μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
ἀλλ’ἀποχάλα τὴν φροντίδ’ἐς τὸν ἀέρα
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
Στρεψιάδης
765 ηὕρηκ’ἀφάνισιν τῆς δίκης σοφωτάτην,
ὥστ’αὐτὸν ὁμολογεῖν σ’ἐμοί.
Σωκράτης
ποίαν τινά;
Στρεψιάδης
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
ἀφ’ἧς τὸ πῦρ ἅπτουσι;
Σωκράτης
τὴν ὕαλον λέγεις;
Στρεψιάδης
ἔγωγε. φέρε τί δῆτ’ἄν, εἰ ταύτην λαβών,
770 ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματ’ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
Σωκράτης
σοφῶς γε νὴ τὰς Χάριτας.
Στρεψιάδης
οἴμ’ὡς ἥδομαι
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
Σωκράτης
775 ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
Στρεψιάδης
τὸ τί;
Σωκράτης
ὅπως ἀποστρέψαι’ἂν ἀντιδικῶν δίκην
μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
Στρεψιάδης
φαυλότατα καὶ ῥᾷστ’.
Σωκράτης
εἰπὲ δή.
Στρεψιάδης
καὶ δὴ λέγω.
εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
780 πρὶν τὴν ἐμὴν καλεῖσθ’, ἀπαγξαίμην τρέχων.
Σωκράτης
οὐδὲν λέγεις.
Στρεψιάδης
νὴ τοὺς θεοὺς ἔγωγ’, ἐπεὶ
οὐδεὶς κατ’ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
Σωκράτης
ὑθλεῖς: ἄπερρ’, οὐκ ἂν διδάξαιμ’ἄν σ’ἔτι.
Στρεψιάδης
ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
Σωκράτης
785 ἀλλ’εὐθὺς ἐπιλήθει σύ γ’ἅττ’ἂν καὶ μάθῃς:
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
Στρεψιάδης
φέρ’ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
τίς ἦν ἐν ᾗ ‘ματτόμεθα μέντοι τἄλφιτα;
οἴμοι τίς ἦν;
Σωκράτης
οὐκ ἐς κόρακας ἀποφθερεῖ,
790 ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
Στρεψιάδης
οἴμοι τί οὖν δῆθ’ὁ κακοδαίμων πείσομαι;
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
ἀλλ’ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
Χορός
ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,
795 εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
Στρεψιάδης
ἀλλ’ἔστ’ἔμοιγ’υἱὸς καλός
τε κἀγαθός:
ἀλλ’οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;
Χορός
σὺ δ’ἐπιτρέπεις;
Στρεψιάδης
εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
800 κἄστ’ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.
ἀτὰρ μέτειμί γ’αὐτόν: ἢν δὲ μὴ ‘θέλῃ,
οὐκ ἔσθ’ὅπως οὐκ ἐξελῶ κ’τῆς οἰκίας.
ἀλλ’ἐπανάμεινόν μ’ὀλίγον εἰσελθὼν χρόνον.
Χορός
804 ἆρ’αἰσθάνει πλεῖστα δι’ἡμᾶς ἀγάθ’αὐτίχ’ἕξων
μόνας θεῶν; ὡς
ἕτοιμος ὅδ’ἐστὶν ἅπαντα δρᾶν
ὅσ’ἂν κελεύῃς.
σὺ δ’ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου
810 γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,
ταχέως: φιλεῖ γάρ πως τὰ τοιαῦθ’ἑτέρᾳ τρέπεσθαι.
Στρεψιάδης
οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ’ἐνταυθοῖ μενεῖς:
815 ἀλλ’ἔσθι’ἐλθὼν τοὺς Μεγακλέους κίονας.
Φειδιππίδης
ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;
οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.
Στρεψιάδης
ἰδού γ’ἰδού, Δί’Ὀλύμπιον: τῆς μωρίας,
τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
Φειδιππίδης
820 τί δὲ τοῦτ’ἐγέλασας ἐτεόν;
Στρεψιάδης
ἐνθυμούμενος
ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιι¨κά.
ὅμως γε μὴν πρόσελθ’, ἵν’εἰδῇς πλείονα,
καί σοι φράσω τι πρᾶγμ’ὃ μαθὼν ἀνὴρ ἔσει.
ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
Φειδιππίδης
825 ἰδού: τί ἔστιν;
Στρεψιάδης
ὤμοσας νυνὶ Δία.
Φειδιππίδης
ἔγωγ’.
Στρεψιάδης
ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.
Φειδιππίδης
ἀλλὰ τίς;
Στρεψιάδης
Δῖνος βασιλεύει τὸν Δί’ἐξεληλακώς.
Φειδιππίδης
αἰβοῖ τί ληρεῖς;
Στρεψιάδης
ἴσθι τοῦθ’οὕτως ἔχον.
Φειδιππίδης
830 τίς φησι ταῦτα;
Στρεψιάδης
Σωκράτης ὁ Μήλιος
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
Φειδιππίδης
σὺ δ’ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
ὥστ’ἀνδράσιν πείθει χολῶσιν;
Στρεψιάδης
εὐστόμει
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
835 καὶ νοῦν ἔχοντας: ὧν ὑπὸ τῆς φειδωλίας
ἀπεκείρατ’οὐδεὶς πώποτ’οὐδ’ἠλείψατο,
οὐδ’ἐς βαλανεῖον ἦλθε λουσόμενος: σὺ δὲ
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
ἀλλ’ὡς τάχιστ’ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
Φειδιππίδης
840 τί δ’ἂν παρ’ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
Στρεψιάδης
ἄληθες; ὅσαπερ ἔστ’ἐν ἀνθρώποις σοφά:
γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
ἀλλ’ἐπανάμεινόν μ’ὀλίγον ἐνταυθοῖ χρόνον.
Φειδιππίδης
οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
845 πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
Στρεψιάδης
φέρ’ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.
Φειδιππίδης
ἀλεκτρυόνα.
Στρεψιάδης
καλῶς γε. ταυτηνὶ δὲ τί;
Φειδιππίδης
ἀλεκτρυόν’.
Στρεψιάδης
ἄμφω ταὐτό; καταγέλαστος εἶ.
850 μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
ἀλεκτρύαιναν τουτονὶ δ’ἀλέκτορα.
Φειδιππίδης
ἀλεκτρύαιναν; ταῦτ’ἔμαθες τὰ δεξιὰ
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
Στρεψιάδης
χἄτερά γε πόλλ’: ἀλλ’ὅ τι μάθοιμ’ἑκάστοτε,
855 ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
Φειδιππίδης
διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης
ἀλλ’οὐκ ἀπολώλεκ’, ἀλλὰ καταπεθρόντικα.
Φειδιππίδης
τὰς δ’ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιάδης
ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
860 ἀλλ’ἴθι βάδιζ’, ἴωμεν: εἶτα τῷ πατρὶ
πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε,
οἶδ’, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
τούτου ‘πριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης
865 ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ’ἀχθέσει.
Στρεψιάδης
εὖ γ’ὅτι ἐπείσθης. δεῦρο δεῦρ’ὦ Σώκρατες,
ἔξελθ’: ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντ’ἀναπείσας.
Σωκράτης
νηπύτιος γάρ ἐστ’ἔτι,
καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης
870 αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
Στρεψιάδης
οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης
ἰδοὺ κρέμαι’, ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυη
κόσιν.
πῶς ἂν μάθοι ποθ’οὗτος ἀπόφυξιν δίκης
875 ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
καίτοι γε ταλάντου τοῦτ’ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης
ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει:
εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ’ἔγλυφεν,
880 ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
ὅπως δ’ἐκείνω τὼ λόγω μαθήσεται,
τὸν κρείττον’ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα:
885 ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
Σωκράτης
αὐτὸς μαθήσεται παρ’αὐτοῖν τοῖν λόγοιν.
ἐγὼ δ’ἀπέσομαι.
Στρεψιάδης
τοῦτό νυν μέμνησ’, ὅπως
πρὸς πάντα τὰ δίκαι’ἀντιλέγειν δυνήσεται.
Δίκαιος Λόγος
χώρει δευρί, δεῖξον σαυτὸν
890 τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
Ἄδικος Λόγος
ἴθ’ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ‘ς
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Δίκαιος Λόγος
ἀπολεῖς σύ; τίς ὤν;
Ἄδικος Λόγος
λόγος.
Δίκαιος Λόγος
ἥττων
γ’ὤν.
Ἄδικος Λόγος
ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
895 φάσκοντ’εἶναι.
Δίκαιος Λόγος
τί σοφὸν ποιῶν;
Ἄδικος Λόγος
γνώμας καινὰς ἐξευρίσκων.
Δίκαιος Λόγος
ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
οὔκ, ἀλλὰ σοφούς.
Δίκαιος Λόγος
ἀπολῶ σε κακῶς.
Ἄδικος Λόγος
900 εἰπὲ τί ποιῶν;
Δίκαιος Λόγος