ὕβρεως.
Βδελυκλέων
ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν:
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
1420 ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
Φιλοκλέων
ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
ἑκών: ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλ᾽ ἐλθὲ δευρί: πότερον ἐπιτρέπεις ἐμοί,
ὅ τι χρή μ᾽ ἀποτείσαντ᾽ ἀργύριον τοῦ πράγματος
1425 εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
Κατήγορος
σὺ λέγε. δικῶν γὰρ οὐ δέομ᾽ οὐδὲ πραγμάτων.
Φιλοκλέων
ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα:
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430 κἄπειτ᾽ ἐπιστὰς εἶπ᾽ ἀνὴρ αὐτῷ φίλος:
‘ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.’
οὕτω δὲ καὶ σὺ παράτρεχ᾽ ἐς τὰ Πιττάλου.
Βδελυκλέων
οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατήγορος
ἀλλ᾽ οὖν σὺ μέμνησ᾽ αὐτὸς ἁπεκρίνατο.
Φιλοκλέων
1435 ἄκουε, μὴ φεῦγ᾽. ἐν Συβάρει γυνή ποτε
κατέαξ᾽ ἐχῖνον.
Κατήγορος
ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
Φιλοκλέων
οὑχῖνος οὖν ἔχων τιν᾽ ἐπεμαρτύρατο:
εἶθ᾽ ἡ Συβαρῖτις εἶπεν, ‘εἰ ναὶ τὰν κόραν
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440 ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.’
Κατήγορος
ὕβριζ᾽ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Βδελυκλέων
οὔτοι μὰ τὴν Δήμητρ᾽ ἔτ᾽ ἐνταυθοῖ μενεῖς,
ἀλλ᾽ ἀράμενος οἴσω σε —
Φιλοκλέων
τί ποιεῖς;
Βδελυκλέων
ὅ τι ποιῶ;
εἴσω φέρω σ᾽ ἐντεῦθεν: εἰ δὲ μή, τάχα
1445 κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
Φιλοκλέων
Αἴσωπον οἱ Δελφοί ποτ᾽ —
Βδελυκλέων
ὀλίγον μοι μέλει.
Φιλοκλέων
φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ:
ὁ δ᾽ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
Βδελυκλέων
οἴμ᾽ ὡς ἀπολῶ σ᾽ αὐτοῖσι τοῖσι κανθάροις.
Χορός
1450 ζηλῶ γε τῆς εὐτυχίας
τὸν πρέσβυν οἷ μετέστη
ξηρῶν τρόπων καὶ βιοτῆς:
ἕτερα δὲ νῦν ἀντιμαθὼν
ἦ μέγα τι μεταπεσεῖται
1455 ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.
τάχα δ᾽ ἂν ἴσως οὐκ ἐθέλοι.
τὸ γὰρ ἀποστῆναι χαλεπὸν
φύσεος, ἣν ἔχοι τις ἀεί.
καίτοι πολλοὶ ταῦτ᾽ ἔπαθον:
1460 ξυνόντες γνώμαις ἑτέρων
μετεβάλοντο τοὺς τρόπους. Χορός
πολλοῦ δ᾽ ἐπαίνου παρ᾽ ἐμοὶ
καὶ τοῖσιν εὖ φρονοῦσιν
τυχὼν ἄπεισιν διὰ τὴν
1465 φιλοπατρίαν καὶ σοφίαν
ὁ παῖς ὁ Φιλοκλέωνος.
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
ξυνεγενόμην, οὐδὲ τρόποις
ἐπεμάνην οὐδ᾽ ἐξεχύθην.
1470 τί γὰρ ἐκεῖνος ἀντιλέγων
οὐ κρείττων ἦν, βουλόμενος
τὸν φύσαντα σεμνοτέροις
κατακοσμῆσαι πράγμασιν; Ξανθίας
νὴ τὸν Διόνυσον ἄπορά γ᾽ ἡμῖν πράγματα
1475 δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
ἤκουσέ τ᾽ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
τἀρχαἶ ἐκεῖν᾽ οἷς Θέσπις ἠγωνίζετο:
1480 καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
Φιλοκλέων
τίς ἐπ᾽ αὐλείοισι θύραις θάσσει;
Ξανθίας
τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Φιλοκλέων
κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485 σχήματος ἀρχὴ —
Ξανθίας
μᾶλλον δέ γ᾽ ἴσως μανίας ἀρχή.
Φιλοκλέων
πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης:
οἶον μυκτὴρ μυκᾶται καὶ
σφόνδυλος ἀχεῖ.
Ξανθίας
πῖθ᾽ ἑλλέβορον.
Φιλοκλέων
1490 πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ —
Ξανθίας
τάχα βαλλήσεις.
Φιλοκλέων
σκέλος οὐράνιόν γ᾽ ἐκλακτίζων.
πρωκτὸς χάσκει.
Ξανθίας
κατὰ σαυτὸν ὅρα.
Φιλοκλέων
νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495 στρέφεται χαλαρὰ κοτυληδών.
Φιλοκλέων
οὐκ εὖ;
Βδελυκλέων
μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων
θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδ᾽ εἰσίτω.
1500 φησίν τις ἢ οὐδείς;
Ξανθίας
εἶς γ᾽ ἐκεινοσὶ μόνος.
Φιλοκλέων
τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας
υἱὸς Καρκίνου
ὁ μέσατος.
Φιλοκλέων
ἀλλ᾽ οὗτός γε καταποθήσεται:
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ᾽.
Ξα
νθίας
ἀλλ᾽ ᾠζυρὲ
1505 ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
ἀδελφὸς αὐτοῦ.
Φιλοκλέων
νὴ Δί᾽ ὠψώνηκ᾽ ἄρα.
Ξανθίας
μὰ τὸν Δί᾽ οὐδέν γ᾽ ἄλλο πλήν γε καρκίνους:
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλέων
τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
Ξανθίας
1510 ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλέων
ὦ Καρκίν᾽ ὦ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γ᾽ ἐπ᾽ αὐτούς μ᾽: ᾠζυρέ,
1515 ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
Χορός
φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
ἵν᾽ ἐφ᾽ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς. Χορός
ἄγ᾽ ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου θεοῦ,
1520 πηδᾶτε παρὰ ψάμαθον
καὶ θῖν᾽ ἁλὸς ἀτρυγέτου,
καρίδων ἀδελφοί: Χορός
ταχὺν πόδα κυκλοσοβεῖτε,
καὶ τὸ Φρυνίχειον
1525 ἐκλακτισάτω τις, ὅπως
ἰδόντες ἄνω σκέλος ὤζωσιν
οἱ θεαταί. Χορός
στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
1530 ῥῖπτε σκέλος οὐράνιον: βέμβικες ἐγγενέσθων.
καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
1535 ἀλλ᾽ ἐξάγετ᾽, εἴ τι φιλεῖτ᾽ ὀρχούμενοι, θύραζε
ἡμᾶς ταχύ: τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.
PEACE
Οἰκέτης Α
αἶρ᾽ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οἰκέτης Β
ἰδού. δὸς αὐτῷ, τῷ κάκιστ᾽ ἀπολουμένῳ
καὶ μήποτ᾽ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οἰκέτης Α
δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Β
ἰδοὺ μάλ᾽ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ᾽φερες; 5
κατέφαγεν;
Οἰκέτης Α
οὐ μὰ τὸν Δἴ ἀλλ᾽ ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
ἀλλ᾽ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οἰκέτης Β
ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
εἰ μή με βούλεσθ᾽ ἀποπνιγέντα περιιδεῖν. 10
Οἰκέτης Α
ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οἰκέτης Β
ἰδού.
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ᾽ ἐσθίειν.
Οἰκέτης Α
αἰβοῖ, φέρ᾽ ἄλλην χἀτέραν μοι χἀτέραν, 15
καὶ τρῖβ᾽ ἑτέρας.
Οἰκέτης Β
μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ·
οὐ γὰρ ἔθ᾽ οἶός τ᾽ εἴμ᾽ ὑπερέχειν τῆς ἀντλίας.
Οἰκέτης Α
αὐτὴν ἄρ᾽ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Β
νὴ τὸν Δί᾽ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
ὑμῶν δέ γ᾽ εἴ τις οἶδ᾽ ἐμοὶ κατειπάτω, 20
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
οὐδὲν γὰρ ἔργον ἦν ἄρ᾽ ἀθλιώτερον
ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
φαύλως ἐρείδει· τοῦτο δ᾽ ὑπὸ φρονήματος 25
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας δι᾽ ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
ἀλλ᾽ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ᾽ ἴδῃ. 30
ἔρειδε, μὴ παύσαιο μηδέποτ᾽ ἐσθίων
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως 35
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
χὤτου ποτ᾽ ἐστὶ δαιμόνων ἡ προσβολὴ
οὐκ οἶδ᾽. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, 40
οὐ μὴν Χαρίτων γε.
Οἰκέτης Α
τοῦ γάρ ἐστ᾽;
Οἰκέτης Β
οὐκ ἔσθ᾽ ὅπως
τοῦτ᾽ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οἰκέτης Α
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος, “τὸ δὲ πρᾶγμα τί;
ὁ κάνθαρος δὲ πρὸς τί;” κᾆτ᾽ αὐτῷ γ᾽ ἀνὴρ 45
Ἰωνικός τίς φησι παρακαθήμενος·
“δοκέω μέν, ἐς Κλέωνα τοῦτ᾽ αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει”.
Οἰκέτης Β
ἀλλ᾽ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οἰκέτης Α
ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις 50
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
ὁ δεσπότης μου μα?
??νεται καινὸν τρόπον,
οὐχ ὅνπερ ὑμεῖς, ἀλλ᾽ ἕτερον καινὸν πάνυ. 55
δι᾽ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν, “ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
κατάθου τὸ κόρημα· μὴ ᾽κκόρει τὴν Ἑλλάδα”.
ἔα ἔα. 60
σιγήσαθ᾽, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαῖος
ὦ Ζεῦ τί δρασείεις ποθ᾽ ἡμῶν τὸν λεών;
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οἰκέτης Α
τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν αὔθ᾽ οὑγὼ ᾽λεγον.
τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· 65
ἃ δ᾽ εἶπε πρῶτον ἡνίκ᾽ ἤρχεθ᾽ ἡ χολή,
πεύσεσθ᾽. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·
“πῶς ἄν ποτ᾽ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;”
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
πρὸς ταῦτ᾽ ἀνηρριχᾶτ᾽ ἂν ἐς τὸν οὐρανόν, 70
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
ἐχθὲς δὲ μετὰ ταῦτ᾽ ἐκφθαρεὶς οὐκ οἶδ᾽ ὅποι
εἰσήγαγ᾽ Αἰτναῖον μέγιστον κάνθαρον,
κἄπειτα τοῦτον ἱπποκομεῖν μ᾽ ἠνάγκασεν,
καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, 75
“ὦ Πηγάσειον”, φησί, “γενναῖον πτερόν,
ὅπως πετήσει μ᾽ εὐθὺ τοῦ Διὸς λαβών”.
ἀλλ᾽ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες·
ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται 80
ἱππηδὸν ἐς τὸν ἀέρ᾽ ἐπὶ τοῦ κανθάρου.
Τρυγαῖος
ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
μή μοι σοβαρῶς χώρει λίαν
εὐθὺς ἀπ᾽ ἀρχῆς ῥώμῃ πίσυνος,
πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς 85
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.