Page 89 of The Complete Plays

τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.

  ὅσα θ᾽ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ

  κλάδεσι νομὸν ἔχει,

  240 τά τε κατ᾽ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,

  ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν:

  τριοτὸ τριοτὸ τοτοβρίξ:

  οἵ θ᾽ ἑλείας παρ᾽ αὐλῶνας ὀξυστόμους

  245 ἐμπίδας κάπτεθ᾽, ὅσα τ᾽ εὐδρόσους γῆς τόπους

  ἔχετε λειμῶνά τ᾽ ἐρόεντα Μαραθῶνος, ὄρνις

  πτερυγοποίκιλός τ᾽ ἀτταγᾶς ἀτταγᾶς.

  250 ὧν τ᾽ ἐπὶ πόντιον οἶδμα θαλάσσης

  φῦλα μετ᾽ ἀλκυόνεσσι ποτῆται,

  δεῦρ᾽ ἴτε πευσόμενοι τὰ νεώτερα,

  πάντα γὰρ ἐνθάδε φῦλ᾽ ἀθροΐζομεν

  οἰωνῶν ταναοδείρων.

  255 ἥκει γὰρ τις δριμὺς πρέσβυς

  καινὸς γνώμην

  καινῶν τ᾽ ἔργων ἐγχειρητής.

  ἀλλ᾽ ἴτ᾽ ἐς λόγους ἅπαντα,

  δεῦρο δεῦρο δεῦρο δεῦρο.

  Χορὸς

  260 τοροτοροτοροτοροτίξ.

  κικκαβαῦ κικκαβαῦ.

  τοροτοροτοροτορολιλιλίξ.

  Πισθέταιρος

  ὁρᾷς τιν᾽ ὄρνιν;

  Ἐυελπίδης

  μὰ τὸν Ἀπόλλω ‘γὼ μὲν οὔ:

  καίτοι κέχηνά γ᾽ ἐς τὸν οὐρανὸν βλέπων.

  Πισθέταιρος

  265 ἄλλως ἄρ᾽ οὕποψ, ὡς ἔοικ᾽, ἐς τὴν λόχμην

  ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.

  Ὄρνις Τις

  τοροτὶξ τοροτίξ.

  Πισθέταιρος

  ὦγάθ᾽ ἀλλ᾽ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.

  Ἐυελπίδης

  νὴ Δί᾽ ὄρνις δῆτα. τίς ποτ᾽ ἐστίν; οὐ δήπου ταὧς;

  Πισθέταιρος

  270 οὗτος αὐτὸς νῷν φράσει: τίς ἐστιν ὄρνις οὑτοσί;

  Ἔποψ

  οὗτος οὐ τῶν ἠθάδων τῶνδ᾽ ὧν ὁρᾶθ᾽ ὑμεῖς ἀεί,

  ἀλλὰ λιμναῖος.

  Ἐυελπίδης

  βαβαὶ καλός γε καὶ φοινικιοῦς.

  Ἔποψ

  εἰκότως γε: καὶ γὰρ ὄνομ᾽ αὐτῷ ‘στὶ φοινικόπτερος.

  Ἐυελπίδης

  οὗτος ὦ σέ τοι.

  Πισθέταιρος

  τί βωστρεῖς;

  Ἐυελπίδης

  ἕτερος ὄρνις οὑτοσί.

  Πισθέταιρος

  275 νὴ Δί᾽ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.

  τίς ποτ᾽ ἔσθ᾽ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;

  Ἔποψ

  ὄνομα τούτῳ Μῆδός ἐστο.

  Πισθέταιρος

  Μῆδος; ὦναξ Ἡράκλεις:

  εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;

  Ἐυελπίδης

  ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.

  Πισθέταιρος

  τί τὸ τέρας τουτί ποτ᾽ ἐστίν; οὐ σὺ μόνος ἄρ᾽ ἦσθ᾽ ἔποψ,

  280 ἀλλὰ χοὖτος ἕτερος;

  Ἔποψ

  οὑτοσὶ μέν ἐστι Φιλοκλέους

  ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις

  Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.

  Πισθέταιρος

  Καλλίας ἄρ᾽ οὗτος οὕρνις ἐστίν: ὡς πτερορρυεῖ.

  Ἐυελπίδης

  285 ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,

  αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.

  Πισθέταιρος

  ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.

  τίς ὀνομάξεταί ποθ᾽ οὗτος;

  Ἔποψ

  οὑτοσὶ κατωφαγᾶς.

  Πισθέταιρος

  ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;

  Ἐυελπίδης

  290 πῶς ἂν οὖν Κλεώνυμός γ᾽ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;

  Πισθέταιρος

  ἀλλὰ μέντοι τίς ποθ᾽ ἡ λόφωσις ἡ τῶν ὀρνέων;

  ἦ ‘πὶ τὸν δίαυλον ἦλθον;

  Ἔποψ

  ὥσπερ οἱ Κᾶρες μὲν οὖν

  ἐπὶ λόφων οἰκοῦσιν ὦγάθ᾽ ἀσφαλείας οὔνεκα.

  Πισθέταιρος

  ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν

  295 ὀρνέων;

  Ἐυελπίδης

  ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,

  οὐδ᾽ ἰδεῖν ἔτ᾽ ἔσθ᾽ ὑπ᾽ αὐτῶν πετομένων τὴν εἴσοδον.

  Ἔποψ

  οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί᾽ ἀτταγᾶς,

  οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ᾽ ἀλκυών.

  Πισθέταιρος

  τίς γάρ ἐσθ᾽ οὕπισθεν αὐτῆς;

  Ἔποψ

  ὅστις ἐστί; κειρύλος.

  Πισθέταιρος

  300 κειρύλος γάρ ἐστιν ὄρνις;

  Ἔποψ

  οὐ γάρ ἐστι Σποργίλος;

  χαὐτηί γε γλαῦξ.

  Ἐυελπίδης

  τί φῄς; τίς γλαῦκ᾽ Ἀθήναζ᾽ ἤγαγεν;

  Ἔποψ

  κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ

  νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις

  πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ.

  Πισθέταιρος

  305 ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων:

  οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.

  ἆρ᾽ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι

  καὶ βλέπουσιν ἐς σὲ κἀμέ.

  Ἐυελπίδης

  τοῦτο μὲν κἀμοὶ δοκεῖ.

  Χορός

  310 ποποποποποποποποποποῖ ποῦ μ᾽ ἄρ᾽ ὃς

  ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;

  Ἔποψ

  οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.

  Χορός

  τί τί τί τί τί τί τί τί: τίνα λόγον ἄρα ποτὲ

  315 πρὸ
ς ἐμὲ φίλον ἔχων;

  Ἔποψ

  κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.

  ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ᾽ ἀφῖχθον ὡς ἐμέ.

  Χορός

  ποῦ; πᾷ; πῶς φῄς;

  Ἔποψ

  320 φήμ᾽ ἀπ᾽ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο:

  ἥκετον δ᾽ ἔχοντε πρέμνον πράγματος πελωρίου.

  Χορός

  ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ‘τράφην ἐγώ,

  πῶς λέγεις;

  Ἔποψ

  μήπω φοβηθῇς τὸν λόγον.

  Χορός

  τί μ᾽ ἠργάσω;

  Ἔποψ

  ἄνδρ᾽ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.

  Χορός

  325 καὶ δέδρακας τοῦτο τοὔργον;

  Ἔποψ

  καὶ δεδρακώς γ᾽ ἥδομαι.

  Χορός

  κἀστὸν ἤδη που παρ᾽ ἡμῖν;

  Ἔποψ

  εἰ παρ᾽ ὑμῖν εἴμ᾽ ἐγώ.

  Χορός

  ἔα ἔα,

  προδεδόμεθ᾽ ἀνόσιά τ᾽ ἐπάθομεν:

  ὃς γὰρ φίλος ἦν ὁμότροφά θ᾽ ἡμῖν

  330 ἐνέμετο πεδία παρ᾽ ἡμῖν,

  παρέβη μὲν θεσμοὺς ἀρχαίους,

  παρέβη δ᾽ ὅρκους ὀρνίθων:

  ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τ᾽ ἐμὲ παρὰ

  γένος ἀνόσιον, ὅπερ ἐξότ᾽ ἐγένετ᾽ ἐπ᾽ ἐμοὶ

  335 πολέμιον ἐτράφη. Χορός

  ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος:

  τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην

  διαφορηθῆναί θ᾽ ὑφ᾽ ἡμῶν.

  Πισθέταιρος

  ὡς ἀπωλόμεσθ᾽ ἄρα.

  Ἐυελπίδης

  αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.

  340 ἐπὶ τί γάρ μ᾽ ἐκεῖθεν ἦγες;

  Πισθέταιρος

  ἵν᾽ ἀκολουθοίης ἐμοί.

  Ἐυελπίδης

  ἵνα μὲν οὖν κλάοιμι μεγάλα.

  Πισθέταιρος

  τοῦτο μὲν ληρεῖς ἔχων

  κάρτα: πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ‘κκοπῇς;

  Χορός

  ἰὼ ἰώ,

  ἔπαγ᾽ ἔπιθ᾽ ἐπίφερε πολέμιον

  345 ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ

  ἐπίβαλε περί τε κύκλωσαι:

  ὡς δεῖ τώδ᾽ οἰμώζειν ἄμφω

  καὶ δοῦναι ῥύγχει φορβάν.

  οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον

  350 οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται

  τώδ᾽ ἀποφυγόντε με. Χορός

  ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.

  ποῦ ‘σθ᾽ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας. Ἐυελπίδης

  τοῦτ᾽ ἐκεῖνο: ποῖφύγω δύστηνος;

  Πισθέταιρος

  οὗτος οὐ μενεῖς;

  Ἐυελπίδης

  355 ἵν᾽ ὑπὸ τούτων διαφορηθῶ;

  Πισθέταιρος

  πῶς γὰρ ἂν τούτους δοκεῖς

  ἐκφυγεῖν;

  Ἐυελπίδης

  οὐκ οἶδ᾽ ὅπως ἄν.

  Πισθέταιρος

  ἀλλ᾽ ἐγώ τοί σοι λέγω,

  ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.

  Ἐυελπίδης

  τί δὲ χύτρα νώ γ᾽ ὠφελήσει;

  Πισθέταιρος

  γλαῦξ μὲν οὐ πρόσεισι νῷν.

  Ἐυελπίδης

  τοῖς δὲ γαμψώνυξι τοισδί;

  Πισθέταιρος

  τὸν ὀβελίσκον ἁρπάσας

  360 εἶτα κατάπηξον πρὸ σαυτοῦ.

  Ἐυελπίδης

  τοῖσι δ᾽ ὀφθαλμοῖσι τί;

  Πισθέταιρος

  ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.

  Ἐυελπίδης

  ὦ σοφώτατ᾽, εὖ γ᾽ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς:

  ὑπερακοντίζεις σύ γ᾽ ἤδη Νικίαν ταῖς μηχαναῖς.

  Χορός

  ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος: οὐ μέλλειν ἐχρῆν.

  365 ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.

  Ἔποψ

  εἰπέ μοι τί μέλλετ᾽ ὦ πάντων κάκιστα θηρίων

  ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι

  τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;

  Χορός

  φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;

  370 ἢ τίνας τεισαίμεθ᾽ ἄλλους τῶνδ᾽ ἂν ἐχθίους ἔτι;

  Ἔποψ

  εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,

  καὶ διδάξοντές τι δεῦρ᾽ ἥκουσιν ὑμᾶς χρήσιμον;

  Χορός

  πῶς δ᾽ ἂν οἵδ᾽ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε

  ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;

  Ἔποψ

  375 ἀλλ᾽ ἀπ᾽ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.

  ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου

  οὐ μάθοις ἂν τοῦθ᾽, ὁ δ᾽ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.

  αὐτίχ᾽ αἱ πόλεις παρ᾽ ἀνδρῶν γ᾽ ἔμαθον ἐχθρῶν κοὐ φίλων

  ἐκπονεῖν θ᾽ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς:

  380 τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.

  Χορός

  ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,

  χρήσιμον: μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

  Πισθέταιρος

  οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγ᾽ ἐπὶ σκέλος.

  Ἔποψ

  καὶ δίκαιόν γ᾽ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

  Χορός

  385 ἀλλὰ μὴν οὐδ᾽ ἄλλο σοί πω πρᾶγμ᾽ ἐνηντιώμεθα.

  Πισθέταιρος

  μᾶλλον εἰρήνην ἄγουσι νὴ Δί᾽, ὥστε τὴν χύτραν

  τώ τε τρυβλίω καθ?
?ει:

  καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,

  περιπατεῖν ἔχοντας ἡμᾶς

  390 τῶν ὅπλων ἐντός, παρ᾽ αὐτὴν

  τὴν χύτραν ἄκραν ὁρῶντας

  ἐγγύς: ὡς οὐ φευκτέον νῷν.

  Ἐυελπίδης

  ἐτεὸν ἢν δ᾽ ἄρ᾽ ἀποθάνωμεν,

  κατορυχθησόμεσθα ποῦ γῆς;

  Πισθέταιρος

  395 ὁ Κεραμεικὸς δέξεται νώ.

  δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,

  φήσομεν πρὸς τοὺς στρατηγοὺς

  μαχομένω τοῖς πολεμίοισιν

  ἀποθανεῖν ἐν Ὀρνεαῖς.

  Χορός

  400 ἄναγ᾽ ἐς τάξιν πάλιν ἐς ταὐτόν,

  καὶ τὸν θυμὸν κατάθου κύψας

  παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης:

  κἀναπυθώμεθα τούσδε τίνες ποτὲ

  καὶ πόθεν ἔμολον

  405 † ἐπὶ τίνα τ᾽ ἐπίνοιαν. †

  ἰὼ ἔποψ σέ τοι καλῶ. Ἔποψ

  καλεῖς δὲ τοῦ κλύειν θέλων;

  Χορός

  τίνες ποθ᾽ οἵδε καὶ πόθεν;

  Ἔποψ

  ξείνω σοφῆς ἀφ᾽ Ἑλλάδος.

  Χορός

  410 τύχη δὲ ποία κομίζει

  ποτ᾽ αὐτὼ πρὸς ὄρνιθας

  ἐλθεῖν;

  Ἔποψ

  ἔρως

  βίου διαίτης τε καὶ

  σοῦ ξυνοικεῖν τέ σοι

  415 καὶ ξυνεῖναι τὸ πᾶν.

  Χορός

  τί φῄς;

  λέγουσι δὴ τίνας λόγους;

  Ἔποψ

  ἄπιστα καὶ πέρα κλύειν.

  Χορός

  ὁρᾷ τι κέρδος ἐνθάδ᾽ ἄξιον

  μονῆς, ὅτῳ πέποιθ᾽

  ἐμοὶ ξυνὼν

  420 κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ

  φίλοισιν ὠφελεῖν ἔχειν;

  Ἔποψ

  λέγει μέγαν τιν᾽ ὄλβον οὔτε

  λεκτὸν οὔτε πιστόν: ὡς

  σὰ γὰρ τὰ πάντα ταῦτα καὶ

  425 τὸ τῇδε καὶ τὸ κεῖσε καὶ

  τὸ δεῦρο προσβιβᾷ λέγων.

  Χορός

  πότερα μαινόμενος;

  Ἔποψ