τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστ᾽ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον: οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει: τὸ σωμάτιον δ᾽ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται. [101] μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων. [102] οὐδέποτ᾽ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται. ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, [103] ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵν᾽ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν. [104] μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος; [105] ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δ᾽ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει: εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται. [106] σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί: καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ‘ὕπαγε, ζήτει τὰ παιδία: ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δ᾽ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.’
[107] περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν. [108] ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ: ‘ὕπαγε,’ φησίν, ‘μᾶλλον εἰς οἶκον καὶ ὕφαινε:
πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί.
‘ [109] οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.
πρὸς τοὺς ἀναγιγνώσκοντας καὶ διαλεγομένους ἐπιδεικτικῶς.
τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ: εἶθ᾽ οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων οὕτως ὁρῶμεν γινόμενα. [2] οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθ᾽ οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία: εἰ σταδιοδρόμος, πάντα ταῦτα ἀλλοῖα: εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν. [3] εἰ τέκτων, τοιαῦτα ἕξεις: εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφ᾽ ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν: ἐὰν δ᾽ ἐφ᾽ ὃ μὴ δεῖ, διεσφαλμένως. [4] λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ ἀναφορά, ἡ δ᾽ ἰδία. πρῶτον ἵν᾽ ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, † εἰ βλαπτικῶς † καὶ ἐπιεικῶς, ὡς θηρίον. [5] ἡ δ᾽ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ. [6] ὅταν οὖν λέγῃς ‘δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν,’ σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτ᾽ ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφ᾽ ὃ δεῖ. ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι; [7] εὐθὺς ἀκούεις λέγοντος ‘ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος;’ καὶ καλῶς λέγει. οὐδὲν γὰρ τῷ μουσικῷ, καθὸ μουσικός ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ. [8] οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ τέκτων οὐδ᾽ εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.
[9] θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν. τίς ἐκκλίσεως; [10] μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ: ἂν δὲ ψεύσῃ, ἐρῶ σοι: πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες: [11] πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες ‘τί σοι ἔδοξα;’ ‘θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν.’ ‘πῶς δ᾽ εἶπον ἐκεῖνο;’ ‘τὸ ποῖον;’ ‘ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας.’ [12] ‘ὑπερφυῶς.’ εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον πεῖθε. [13] τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον; τὸν δεῖνα δ᾽ οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; — μὴ γένοιτο. [14] — τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; — εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. — πόθεν τοῦτο; — ἐμὲ θαυμάζει. — εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν λεληθότως; [15] ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτ᾽ ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα ‘μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος,’ τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ ‘οὗτός τινά ποτέ μου χρείαν ἔχει;’ [16] ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφ᾽ αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα; [17] — ζητεῖ, φησί. — τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ: ἀλλὰ πῶς δεῖ φράζειν: τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον α??
?τοῦ, τίνα λέγει. ‘οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον.’ ὅλον ἄλλο ἐστίν. [18] μή τι λέγει ‘ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν;’ εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ‘ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν;’ καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι ‘πρῶτον μάθε, τί λέγεις, εἶθ᾽ οὕτως λέγε.’ [19]
οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις ἄλλους ὠφελεῖν; ‘σήμερόν μου πολλῷ πλείονες ἤκουσαν.’ ‘ναί, πολλοί.’ ‘δοκοῦμεν ὅτι πεντακόσιοι.’ ‘οὐδὲν λέγεις: θὲς αὐτοὺς χιλίους.’ ‘Δίωνος οὐδέποτ᾽ ἤκουσαν τοσοῦτοι.’ ‘πόθεν αὐτῷ;’ ‘καὶ κομψῶς αἰσθάνονται λόγων.’ [20] ‘τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται.’ ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους: ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δ᾽ ὡς Λυσίου καὶ Ἰσοκράτους. ‘πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ: ἀλλὰ τίνι ποτὲ λόγῳ: τοῦτ᾽ ἐκείνου λειότερον.’ [21] μὴ γὰρ ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε, ἀλλ᾽ ἐκεῖνο μᾶλλον ἐβλέπετε ‘ἐμὲ δ᾽ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ᾽ οὔ’ καὶ ὅτι ‘ὡς ἐγὼ ἀιεὶ τοιοῦτος οἷος μηδενὶ προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται.’ [22] διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι ‘οἶδά τι καὶ διδάσκω;’ ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπ᾽ αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν καὶ συνίστανεν. [23] οὔ: ἀλλὰ προσπέμπων ἔλεγεν ‘ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου.’ τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε: καὶ τί σοι ἀγαθόν ἐστιν; [24] ‘ἀλλ᾽ ἐπαίνεσόν με.’ τί λέγεις τὸ ἐπαίνεσον; ‘εἰπέ μοι ‘οὐᾶ’ καὶ ‘θαυμαστῶς’.’ ἰδοὺ λέγω. εἰ δ᾽ ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν ἐν τῇ τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαινέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με καὶ ἐπαινέσω. [25] τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν; μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω: μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον, τί λέγει Σωκράτης: ‘οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.’ ‘ὥσπερ μειρακίῳ’ φησίν. [26] ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι ‘τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν ὑμετέραν σωτηρίαν.’
φιλόσοφος δ᾽ ἐπ᾽ ἀκρόασιν παρακαλεῖ; [27] — οὐχὶ δ᾽ ὡς ὁ ἥλιος ἄγει αὐτὸς ἐφ᾽ ἑαυτὸν τὴν τροφήν, οὕτως δὲ καὶ οὗτος ἄγει τοὺς ὠφεληθησομένους; ποῖος ἰατρὸς παρακαλεῖ, ἵνα τις ὑπ᾽ αὐτοῦ θεραπευθῇ; καίτοι νῦν ἀκούω ὅτι καὶ οἱ ἰατροὶ παρακαλοῦσιν ἐν Ῥώμῃ: πλὴν ἐπ᾽ ἐμοῦ παρεκαλοῦντο. [28] ‘παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι, ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής.’ κομψὴ παράκλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων. [29] εἴωθε λέγειν ὁ Ῥοῦφος ‘εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δ᾽ οὐδὲν λέγω.’ τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ᾽ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν: οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά. [30] ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ τοῦ φιλοσόφου σχολεῖον: οὐ δεῖ ἡσθέντας ἐξελθεῖν, ἀλλ᾽ ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλ᾽ ὁ μὲν ὦμον ἐκβεβληκώς, ὁ δ᾽ ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ δὲ κεφαλαλγῶν. [31] εἶτ᾽ ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια καὶ ἐπιφωνημάτια, ἵν᾽ ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε, ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κεφαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ ἀπόστημα; [32] εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι ‘οὐᾶ’ φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;
[33] τί οὖν; οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; — τίς γὰρ οὐ λέγει; ὡς ὁ ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν; [34] τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται: καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ δ᾽ αὐτὰ ζητοῦσι. [35] τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφ᾽ ἑαυτοῖς. [36] οὐ
δὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει. [37] ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη: εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι ‘καλῶς μου ἥψατο ὁ φιλόσοφος: οὐκέτι δεῖ ταῦτα ποιεῖν;’ [38] οὐχὶ δ᾽, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα ‘κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην,’ ἄλλος ‘οὔ: ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην;’ τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;
περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ᾽ ἡμῖν.
τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω: οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν. [2] ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρ᾽ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν. [3] πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δ᾽ ἀλλότρια: τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δ᾽ ἀκώλυτα ἴδια: τὴν δ᾽ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον, ἐν τοῖς ἰδίοις. [4] ‘ἀλλ᾽ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται.’ διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας. [5] σὺ δ᾽ ἀντὶ τίνος; ἐπὶ τί κλάεις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλ᾽ ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀιεὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις. [6] τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα. [7] — ναί: ἀλλ᾽ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. — ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵν᾽ ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν; [8] ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδ᾽ ἡμεῖς ποῦ ἀποδημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι: ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίωμεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία; [9]