[8] ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου; [9] ‘ἐλοιδόρησέν σε ὁ δεῖνα.’ πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ‘ἀλλὰ καὶ ἔπληξεν.’ πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ‘ἀλλὰ καὶ ἔτρωσεν.’ πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν. [10] πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι; [11] ‘βέβληκεν ὁ γείτων λίθους.’ μή τι οὖν σὺ ἡμάρτηκας; ‘ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη.’ σὺ οὖν σκευάριον εἶ; [12] οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν: ἀνθρώπῳ δ᾽ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας: μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν; [13] ἵππος οὖν πότ᾽ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται: οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλ᾽ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται; [14] ἀλλ᾽ ὅταν μὴ ἰχνεύειν. μή ποτ᾽ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλ᾽ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν; [15] τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν: οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλ᾽ ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια (τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων), ἀλλὰ τὰ ἀνθρωπικά, [16] τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν. [17] ‘τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον;’ ‘Τραιανοῦ;’ ‘φέρε.’ ‘Νέρωνος;’ ‘ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν.’ οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; ‘ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον.’ φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν. [18] ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; ‘ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων.’ [19] τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι. [20] καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν: οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλ᾽ ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά. [21] οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος: ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται: ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ: ὥστε οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.
[22] τί οὖν; θέλεις με καταφρονεῖσθαι; — ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλ᾽ ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων. — ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι. [23] — τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν; [24] — οὔ. — τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστ᾽ ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; ‘ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά.’
[25] οὕτως καὶ ἐχυρὰν πόλιν οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων: ‘νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν.’ [26] ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον; [27] πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις. [28] εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδ᾽ ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος; [29] Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περ??
? φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. [30] φύσις δ᾽ αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν: τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ. [31] τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν: λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτ᾽ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν. [32] εἰ δ᾽ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων; [33]
τούτων Σωκράτης μεμνημένος τὴν οἰκείαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵν᾽ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα: καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ; [34] τοῦτο δ᾽ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθ᾽ ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον: τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. [35] ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων. [36] ἀλλ᾽ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δ᾽ οὐδ᾽ ἐγγύς. [37] τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον
οἴκοι λέοντες, ἐν Ἐφέσῳ δ᾽ ἀλώπεκες
καὶ ἐφ᾽ ἡμῶν ἁρμόσει: ἐν σχολῇ λέοντες, ἔξω δ᾽ ἀλώπεκες.
πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.
ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δ᾽; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπ᾽ ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. [2] — πότερον δ᾽ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλ᾽ οὗτοί γ᾽ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφ᾽ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλ᾽ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. [3] — πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλ᾽ οἷόν τε καὶ πένητι καὶ † ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα; [4] τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα δι᾽ οἵων ἂν γένοιτο: δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρ᾽ αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος: [5] ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. [6] μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας: εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους; [7] καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δ᾽ εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ; [8] πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτ᾽ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; [9] πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια; [10] τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν; [11]
οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ‘ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δ᾽ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. [12] τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δ᾽ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν. [13] μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω: ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον. [14] τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐτ
αὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδ᾽ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλ᾽ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται; [15] καίτοι οὔτ᾽ ἐπὶ τοῦ παλαίειν οὔτ᾽ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλ᾽ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως. [16] τὰ δ᾽ ἀναγκαῖα θεωρήματα, ἀφ᾽ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δ᾽ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην. [17] εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;’