[7] τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί; εὐθὺς ἐγὼ πρῶτος, [8] ὅταν ἡμέρα γένηται, μικρὰ ὑπομιμνῄσκομαι, τίνα ἐπαναγνῶναί με δεῖ. εἶτα εὐθὺς ἐμαυτῷ: ‘τί δέ μοι καὶ μέλει πῶς ὁ δεῖνα ἀναγνῷ; πρῶτόν ἐστιν, ἵνα ἐγὼ κοιμηθῶ.’ [9] καίτοι τί ὅμοια τὰ ἐκείνων πράγματα τοῖς ἡμετέροις; ἂν ἐπιστῆτε, τί ἐκεῖνοι ποιοῦσιν, αἰσθήσεσθε. τί γὰρ ἄλλο ἢ ὅλην τὴν ἡμέραν ψηφίζουσιν, συζητοῦσι, συμβουλεύουσι περὶ σιταρίου, περὶ ἀγριδίου, περί τινων προκοπῶν τοιούτων; [10] ὅμοιον οὖν ἐστιν ἐντευξίδιον παρά τινος λαβόντα ἀναγιγνώσκειν ‘παρακαλῶ σε ἐπιτρέψαι μοι σιτάριον ἐξαγαγεῖν’ ἢ ‘παρακαλῶ σε παρὰ Χρυσίππου ἐπισκέψασθαι τίς ἐστιν ἡ τοῦ κόσμου διοίκησις καὶ ποίαν τινὰ χώραν ἐν αὐτῷ ἔχει τὸ λογικὸν ζῷον: ἐπίσκεψαι δὲ καὶ τίς εἶ σὺ καὶ ποῖόν τι σοῦ τὸ ἀγαθὸν καὶ τὸ κακόν;’ [11] ταῦτα ἐκείνοις ὅμοιά ἐστιν; ἀλλ᾽ ὁμοίας σπουδῆς χρείαν ἔχοντα; ἀλλ᾽ ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων; [12] τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ: ἀλλὰ πολὺ πρότερον ὑμεῖς οἱ νέοι. [13] ἐπεί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός.

  περὶ φιλοστοργίας.

  ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρ᾽ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ τέκνα εἴη αὐτῷ καὶ γυνή. [2] τοῦ δ᾽ ὁμολογήσαντος προσεπύθετο: πῶς τι οὖν χρῇ τῷ πράγματι; — ἀθλίως, ἔφη. [3] — καὶ ὅς: τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γ᾽ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες. [4] — ἀλλ᾽ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δ᾽ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς. [5] — τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται. [6] — τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. — οὐδ᾽ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δ᾽ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς. [7] ἐπεὶ τούτου γ᾽ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπ᾽ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν. [8] δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. — οὐ δύναμαι, ἔφη: ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδ᾽ ὀρθῶς γίνεται. [9] — καὶ ὅς: ἀλλ᾽ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; — τὴν ὅρασιν, ἔφη. — τί δ᾽ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; — τὴν ἁφήν. — οὐκοῦν, [10] ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν; [11] — οὐκ οἶδ᾽, ἔφη. — καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι; [12] — ἡ μεγίστη μὲν οὖν. — φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν; [13] — καὶ πῶς οἷόν τε; — ἀλλ᾽ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων. [14] — πῶς γὰρ οὔ; — ὅπου δ᾽ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία. [15] — συνεχώρει. — σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον. [16]

  ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι. [17] τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τ᾽ εἶναι καὶ καλόν; — πῶς γὰρ οὔ; — τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τ᾽ ἐστὶ καὶ καλόν, τὸ δ᾽ εὐλόγιστον οὐ καλόν; [18] — οὐδαμῶς. — μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; — οὐ δοκεῖ μοι. — εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; — οὕτως, ἔφη. [19] — οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δ᾽ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν; [20] — ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σ᾽ ἀντερεῖν. ὑπολείπεται δ᾽ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. — [21] ἆρ᾽ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δ᾽ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν. [22] — ?
?ὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δ᾽ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δ᾽ ὁ παιδαγωγός; οὐ στέργει αὐτό; [23] — στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθ᾽ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο. [24] — καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι; [25] — ἄτοπον. — ἄγε, σὺ δ᾽ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τ᾽ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστ᾽ ἀφεθῆναι μόνος ὑπ᾽ αὐτῶν καὶ ἔρημος; [26] — οὐδαμῶς. — εὔξαιο δ᾽ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γ᾽ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστ᾽ ἀπολείπεσθαι ὑπ᾽ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.

  [27] τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστ᾽ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα. [28] τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν: ἐκεῖνο δ᾽ ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλ᾽ ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς ἢ μὴ ποιεῖν, τοῦ λέγειν τινὰ ἢ μὴ λέγειν, τοῦ ἐπαίρεσθαι ἢ συστέλλεσθαι ἢ φεύγειν τινὰ ἢ διώκειν, [29] τοῦθ᾽ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα. [30] τί δ᾽ ἐστὶ τοῦτο; ἆρά γε ἄλλο ἢ ὅτι ἔδοξεν ἡμῖν; — οὐδέν. — εἰ δ᾽ ἄλλως ἡμῖν ἐφάνη, τί ἂν ἄλλο ἢ τὸ δόξαν ἐπράττομεν; [31] οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ ὁ τοῦ Πατρόκλου θάνατος (ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου ἀποθανόντος) [32] , ἀλλ᾽ ὅτι ἔδοξεν αὐτῷ. καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι: καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι. καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι: κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ. [33] καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλ᾽ ὑπολήψεις καὶ δόγματα.

  τοῦτό σε πείθω ἢ οὐχί; [34] — Πείσθεις, ἔφη. — οἷα δὴ τὰ αἴτια ἐφ᾽ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα. οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, [35] ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφ᾽ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος. [36] ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν. [37] καὶ οὔτ᾽ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα: τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός. [38] — οὕτως, ἔφη. — ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδ᾽ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. — εὔχομαι, ἔφη. [39] — ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι. [40] τοῦτο δ᾽ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.

  περὶ εὐαρεστήσεως.

  περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μηδ᾽ εἶναι τὸ θεῖον, οἱ δ᾽ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός: [2] τρίτοι δ᾽ οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός: τέταρτοι δ᾽ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατ᾽ ἰδίαν ἑκάστου: [3] πέμπτοι δ᾽, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι

  οὐδέ σε λήθω

  κινύμενος.

  [4]

  πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς ἢ οὐχ ὑγιῶς λεγόμενόν ἐστιν. εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς; [5] εἰ δ᾽ εἰσὶν μέν, μηδενὸς δ᾽ ἐπιμελούμενοι, καὶ οὕτως πῶς ὑγιὲς ἔσται; [6] ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν; [7] πάντα οὖν ταῦτα ὁ καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως. [8] ὁ δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθ
αι ‘πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος;’ [9] ἐλεύθερος γάρ ἐστιν, ᾧ γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι. [10] τί οὖν; ἀπόνοιά ἐστιν ἡ ἐλευθερία; μὴ γένοιτο. μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται. [11] ‘ἀλλ᾽ ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.’ [12] μαινόμενος εἶ, παραφρονεῖς. οὐκ οἶδας, ὅτι καλόν τι ἐλευθερία ἐστὶ καὶ ἀξιόλογον; τὸ δ᾽ ὡς ἔτυχέν με βούλεσθαι τὰ δ᾽ ὡς ἔτυχεν δόξαντα γίνεσθαι, τοῦτο κινδυνεύει οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον εἶναι. [13] πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν; βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα; οὔ: ἀλλὰ διδάσκομαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν; ὡσαύτως. [14] τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἢ ἐπιστήμη ἐστίν; εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο. [15] ἐνταῦθα οὖν μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν; οὐδαμῶς, ἀλλὰ τὸ παιδεύεσθαι τοῦτ᾽ ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γίνεται. πῶς δὲ γίνεται; ὡς διέταξεν αὐτὰ ὁ διατάσσων. [16] διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφορίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναντιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶν θ᾽ ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς ἔδωκεν. [17]