τί οὖν ποιήσωμεν; [17] — αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος: νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ μαίνομαι; [18] ναί: ἀλλ᾽ ἂν ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν κεφαλὴν ἐρεῖ ‘ἄκουσόν μου, τέκνον: δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν: ταῦτα μωρά ἐστιν. σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν, [19] τί δέ σοι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι.’ ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα; [20] τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω; [21] ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτι ‘σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν: οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.’
πρὸς Ἐπίκουρον.
ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ᾽ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν. [2] πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ᾽ ἀποδέχεσθαι: καὶ καλῶς αὐτοῦ κρατεῖ. [3] πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ; [4] διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ; [5] ἀλλ᾽ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ᾽ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπ᾽ αὐτῷ. [6] διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα: οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον: ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει; [7] ἀλλ᾽ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι ‘μὴ ἀναιρώμεθα τέκνα.’ ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ᾽ ἀπολείπει; [8] τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδ᾽ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδ᾽ ἐκεῖνοι ἀπολ [9] είπουσιν. ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός; [10] ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.
πῶς πρὸς τὰς περιστάσεις ἀγωνιστέον.
αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ [2] συμβέβληκεν. — ἵνα τί; φησίν. — ἵνα Ὀλυμπιονίκης γένῃ: δίχα δ᾽ ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς νεανίσκῳ χρῆσθαι. [3] καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵν᾽, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι τοὺς πολεμίους. [4] οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν εἴπῃς ‘φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θάνατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία: φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι,’ [5] ἐροῦμέν σοι ‘ἄπελθε, σεαυτῷ μαντεύου: ἡμεῖς τοῦτο μόνον ἡμάρτομεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν.’ [6]
πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν. λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν, οὐδὲ γὰρ αἰσχρόν: λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ μαινομένων ἀνθρώπων. [7] οἷα δὲ περὶ πόνου, οἷα δὲ περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος. τὸ δὲ γυμνασιὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου: τὸ δ᾽ ἐπ᾽ ἀστρώτῳ πέδῳ καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν. [8] καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον καὶ συνεστραμμένον. [9] ‘οὐδείς,’ φησίν, ‘πολέμιος ἐγγύς ἐστιν: πάντα εἰρήνης γέμει.’ πῶς, ὦ Διόγενες; ‘ἰδού,’ φησίν, ‘μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα πέφευγα;’ [10] τοῦτ᾽ ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δ᾽ ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας;
τί οὖν ποιήσω; [11] — τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς; μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ. [12] λέγει σοι ‘θὲς τὴν πλατύσημον:’ ἰδοὺ στενόσημος. ‘θὲς καὶ ταύτην:’ ἰδοὺ ἱμάτιον μόνον. ‘θὲς τὸ ἱμάτιον:’ [13] ‘ ἰδοὺ γυμνός.’ ‘ἀλλὰ φθόνον μοι κινεῖς.’ λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτο [14] ν φοβοῦμαι; ἀλλὰ κληρονόμον μ᾽ οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους: ἂν δ᾽ ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ δ᾽ ἄλλον ζητήσεις: [15] ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής. [16] οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπ᾽ ἀγαθῶν:
στέψατε δώματα:
εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος:
ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου;
ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα; [17] οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι; [18] ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλ᾽ αὐτῷ τῷ Οἰδίποδι. [19] ‘ἀλλὰ μακάριος ὁ δεῖνα: μετὰ πολλῶν γὰρ περιπατεῖ.’ κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ. [20] τὸ δὲ κεφάλαιον: μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλ᾽ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει ‘οὐκέτι παίξω,’ καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν ‘οὐκέτι παίξω’ ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.
πρὸς τὸ αὐτό.
εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδ᾽ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δ᾽ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει: [2] ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν; [3] — ἀλλὰ ἔντειλαί μοι. — τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυστα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά; [4] τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν ... : τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας. [5] τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρ᾽ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος; [6] ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλ᾽ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δ᾽ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας.
[7] μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχεις καὶ τὴν παιδιὰν μὴ λύειν; [8] μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς: ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει ‘σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ.’ ὑπακούω, ἵνα μὴ παρ᾽ ἐμὲ λύηται ἡ παιδιά. [9] ‘ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ.’ οὐχ ὑπολαμβάνω: καὶ τίς μ᾽ ἀναγκάσει ὑπολαμβάνειν; [10] πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι ‘πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα.’ πορεύο [11] μαι. ‘ἔρχου.’ ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ‘ἔστω νύξ.’ ἔστω. ‘τί οὖν; ἡμέρα ἐστίν;’ οὔ: ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι. [12] ‘ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν.’ ἔστω. ‘ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν.’ οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει. [13] οὕτως καὶ ἐνταῦθα. ‘ἔστω σε εἶναι δυστυχῆ.’ ἔστω. ‘ἆρ᾽ οὖν ἀτυχὴς εἶ;’ ναί. ‘τί οὖν; κακοδαιμονεῖς;’ ναί. ‘ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ.’ οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει: καὶ ἄλλος με κωλύει.
[14] μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέχρις ἂν οὗ λυσιτελῇ, τοῦτο δ᾽ ἔστιν μέχρις ἂν οὗ σῴζω τὸ πρέπον καὶ κατάλληλον. [15] λοιπὸν οἱ μέν εἰσι κακαύστηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ‘ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵν᾽ αὐτοῦ ἀνέχομαι καθ᾽ ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν: διηγησάμην σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην: πάλιν ἄρχομαι πολιορκεῖσθαι.’ [16] ἄλλος λέγει ‘ἐγὼ δειπνῆσαι θέλω μᾶλλον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντος.’ [17] καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας: μόνον μηδὲν βαρούμενος ποίει, μὴ θλιβόμενος μηδ᾽ ὑπολαμβάνων ἐν κακοῖς εἶναι: τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει. [18] καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ: ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι ἡ θύρα ἤνοικται. [19] ἀλλὰ ‘μὴ οἴκει ἐν Νικοπόλει.’ οὐκ οἰκῶ. ‘μηδ᾽ ἐν Ἀθήναις.’ οὐδ᾽ ἐν Ἀθήναις. ‘μηδ᾽ ἐν Ῥώμῃ.’ οὐδ᾽ ἐν Ῥώμῃ. ‘ἐν Γυάροις οἴκει.’ οἰκῶ. ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν. [20] ἀποχωρῶ, ὅπου μ᾽ οὐδεὶς κωλύσει οἰκεῖν: ἐκείνη γὰρ ἡ οἴκησις παντὶ ἤνοικται. [21] καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτ᾽ ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν εἰς ἐμὲ ἔξεστιν. [22] διὰ τοῦτο ὁ Δημήτριος εἶπεν τῷ Νέρωνι [23] ‘ἀπειλεῖς μοι θάνατον, σοὶ δ᾽ ἡ φύσις.’ ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα: ἂν τὸ κτησείδιον, δοῦλον. [24] εὐθὺς γὰρ ἐμαὐτὸς κατ᾽ ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὁ ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ‘ἐκεῖνο αὐτοῦ τύπτε ὃ φυλάσσει.’ καὶ σὺ γίγνωσκε, ὅτι ὃ ἂν φυλάσσειν ἐθέλῃς, κατ᾽ ἐκεῖνο ἐπιβήσεταί σοι ὁ κύριος. [25] τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις ἢ φοβήσῃ;
ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί. [26] — ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις; [27] — πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; — ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης ?
?ῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου. [28] καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτ᾽ ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ. [29] ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει: καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δ᾽ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι. [30] ‘περίσχισον αὐτόν.’ τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον. [31] ‘ὕβριν σοι πεποίηκα.’ καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα. [32] ‘παράδοξα λέγουσιν οἱ φιλόσοφοι.’ ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος; [33] τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς ἀπείροις;