πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ᾽, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου: εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφ᾽ ἡμῶν ὑπολαβεῖν δεῖ. [25] τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ᾽ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι᾽ ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δ᾽ ἀπορηθῆναι, πρὸ ὥρας δ᾽ ἔστιν ὅτ᾽ ἀποθανεῖν. [26] τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα. [27] ‘νῦν οὖν ἐμὲ κρίνεσθαι;’ νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. [28] σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει. [29] εἶτα ἐκεῖνος λέγει ‘κρίνω σε ἀδικεῖν.’ ‘εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός.’ ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.

  περὶ ἀδιαφορίας.

  τὸ συνημμένον ἀδιάφορον: ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλ᾽ ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος. [2] μή ποτ᾽ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθ᾽ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες. [3] καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν᾽ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδ᾽ ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις. [4] καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς: ‘ἐγὼ ἔμαθον, ὑμεῖς δ᾽ οὔ.’ [5] οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ᾽ ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ᾽ ἀρκείτω τὸ εὐσταθεῖν.

  [6] ‘ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα.’ ‘ἀσπάζομαι.’ ‘πῶς;’ ‘οὐ ταπεινῶς.’ ‘ἀλλ᾽ ἐξεκλείσθης.’ ‘διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλειμένην εὕρω τὴν θύραν, ἀνάγκη μ᾽ ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς θυρίδος εἰσελθεῖν.’ [7] ‘ἀλλὰ καὶ λάλησον αὐτῷ.’ ‘λαλῶ.’ [8] ‘τίνα τρόπον;’ ‘οὐ ταπεινῶς.’ ‘ἀλλ᾽ οὐκ ἐπέτυχες.’ μὴ γὰρ σὸν τοῦτο τὸ ἔργον ἦν; ἀλλ᾽ ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ τί ἀλλότριον καὶ οὐ ταραχθήσῃ. [9] διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι ‘μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν: αὐτὸς γάρ μ᾽ ὁ θεὸς ἐποίησεν τούτων ἐκλεκτικόν. [10] εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ᾽ αὐτό: καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.’

  [11] ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν; [12] οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι. [13] οὕτως ἴστε ὅτι καὶ ἐπ᾽ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν: ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι. [14] ἡμεῖς δ᾽ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά. [15] ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν: οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον ποιεῖν: [16] ἡμῶν δ᾽ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες. [17] ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν: εἰ δ᾽ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι; [18] τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου; [19] ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτ᾽ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.

  [20] ‘τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος.’ ἐγὼ δ᾽ οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δ᾽ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ; [21] ‘ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω.’ τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπ
ολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν; [22] ‘ἀλλ᾽ ἐξορισθῆναι κινδυνεύω.’ τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ἢ ἐν Ῥώμῃ; ‘ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ;’ ἄν σοι ποιῇ, ἀπελεύσῃ: εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ πέμπων σε εἰς Γύαρα. [23] τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν᾽ εἴπῃ νέος εὐφυὴς ὅτι ‘οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ.’ [24] μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθ᾽ ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή ποτ᾽ ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων. [25] βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός: ἡ προαίρεσις δ᾽ ἴση, ἂν ἴσην αὐτὴν ἐν ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι. [26] καὶ τότ᾽ ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν. [27] μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθ᾽ ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος ‘θέλεις ἀναγνῶ σοι παιᾶνας;’ ‘τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν—’ ἐν τίσιν οὖν; ‘ἀποθνῄσκειν μέλλω.’ ἄνθρωποι δ᾽ ἄλλοι ἀθάνατοι ἔσονται;

  πῶς μαντευτέον.

  διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν. [2] τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων; [3] ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; [4] τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλ᾽ ἀνέχομαι λέγοντος ἐκείνου ‘συμφέρει σοι;’ τί γάρ ἐστι συμφέρον οἶδεν; [5] τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων. [6] ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος: πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; [7] διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ᾽ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; [8] διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι ‘ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς’ ‘μᾶλλον θέλω,’ φησίν, ‘ἵν᾽ ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν᾽ ἐγὼ μὴ πέμψω.’

  [9] τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις: ‘κληρονομήσω, κύριε, τὸν πατέρα;’ ‘ἴδωμεν: ἐπεκθυσώμεθα.’ ‘ναί, κύριε, ὡς ἡ τύχη θέλει.’ εἶτ᾽ ἂν εἴπῃ ‘κληρονομήσεις,’ ὡς παρ᾽ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. [10] τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέραν τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν: οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν. [11] οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ᾽ οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι. [12] νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ: [13] ‘κύριε, ἐλέησον: ἐπίτρεψόν μοι ἐξελθεῖν.’ ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον ἢ τὸ τῷ θεῷ δοκοῦν; [14] τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;

  τίς οὐσία τοῦ ἀγαθοῦ.

  ὁ θεὸς ὠφέλιμος: ἀλλὰ καὶ τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου ἡ οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ ἀγαθοῦ. [2] τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος ὀρθός. [3] ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ ζητεῖς ἢ ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα; [4] τὰ φυτὰ οὐδὲ φαντασίαις χρηστικά ἐστιν: διὰ τοῦτο οὐ λέγεις ἐπ᾽ αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως φαντασιῶν. [5] ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ κακοδαιμονίαν. [6] νῦν δ᾽ οὐ λέγεις καὶ καλῶς ποιεῖς: εἰ γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρακολούθησίν γε τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ αὐτὰ προηγούμενα. [7] ὁ ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ: ἀλλ᾽ ὅτι νώτου χρείαν. εἴχομεν βαστάζειν τι δυναμένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν: διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντασίαις: ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο. [8] καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που
προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτ᾽ ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλ᾽ ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.