πρὸς Ἐπικουρείους καὶ Ἀκαδημαικούς.
τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ: οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, [2] δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι: οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδράποδον, οὐδὲ τοῦτο. [3] τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ τι ἔστι καθολικόν, ψεῦδός ἐστιν; [4] πάλιν ἄν τις παρελθὼν λέγῃ ‘γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα’ ἢ ἄλλος ὅτι ‘πίστευσόν μοι καὶ ὠφεληθήσῃ: οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν’ ἢ πάλιν ἄλλος ‘μάθε παρ᾽ ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν: ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς:’ [5] τίνι οὖν τούτων διαφέρουσιν οὗτοι — τίνες ποτέ; — οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; ‘ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται: πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί.’
[6] οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ ἀναιρουμένῳ συγχρῆται. [7] τί γὰρ λέγει; ‘μὴ ἐξαπατᾶσθε, ἄνθρωποι, μηδὲ παράγεσθε μηδὲ διαπίπτετε: οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογικοῖς πρὸς ἀλλήλους: πιστεύσατέ μοι. οἱ δὲ τὰ ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογίζονται.’ [8] τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον καὶ ἀσφαλέστερον. [9] ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις, τί δι᾽ ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπατηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν; [10] εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν: ἔσθιε καὶ πῖνε καὶ συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε. [11] τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα; [12] οὐχὶ δ᾽ εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς; [13] πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους † ἀποκρύπτεσθαι, πολὺ μάλιστ᾽ ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα σοι πάντα τηρῆται; [14] ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δ᾽ οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων; [15]
τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα; [16] ‘ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον δι᾽ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων.’ [17] εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι: τούτῳ δ᾽ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλ᾽ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος. [18] οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλ᾽ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλ᾽ ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον. [19] οὐ τοίνυν οὐδ᾽ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται. [20] οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντ᾽ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο: οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.
[21] † τίς ἢ ἀτυχίας; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λείποντα, ἀλλὰ πᾶν τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστικὸν τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν. [22] τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; ‘ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν.’ ναὶ κατασκεύασον, ἵν᾽ οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. ‘ἔχεις οὖν τὰς κατασκευάς;’ ἔχω καὶ χάριν οἶδα. [23] ‘ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία: ὅτι θεοὶ οὔτ᾽ εἰσίν, εἴ τε κ?
?ὶ εἰσίν, οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τ᾽ εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν ἀδικούντων.’ [24] εὖ, φιλόσοφε: ὠφέλησας ἡμῶν τοὺς πολίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν τῶν θείων. [25] ‘τί οὖν; οὐκ ἀρέσκει σοι ταῦτα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν, πῶς ὁ υἱὸς οὐδέν ἐστιν.’ [26] εὖ, φιλόσοφε: ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐνομούμεναι πόλεις, Λακεδαίμων διὰ τούτους τοὺς λόγους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμοπύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον, Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέλιπον; [27] εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων: καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.
[28] ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθ᾽ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λουπάδα ἢ τὴν τορύνην ὀβελίσκον; [29] εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθ᾽ ἡμέραν ὑπ᾽ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. ‘βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον.’ ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. ‘τί τοῦτο;’ ‘φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην.’ [30] ‘δὸς ὧδε τὴν πτισάνην.’ ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. ‘οὐκ ᾔτησα τὴν πτισάνην;’ ‘ναὶ κύριε: τοῦτο πτισάνη ἐστίν.’ ‘τοῦτο οὐκ ἔστιν ὀξόγαρον;’ ‘τί μᾶλλον ἢ πτισάνη;’ ‘λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι.’ ‘πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται;’ [31] τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δ᾽ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δ᾽ αὐτὰ ἀναιροῦντες.
[32] εὐχάριστοί γ᾽ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθ᾽ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι ‘οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων:’ ἵνα μὴ λέγω, [33] ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ᾽ ἀνθρώπων συνεργείας ὑπ᾽ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον. [34] τί δ᾽ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι: μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπ᾽ αὐτῶν ἢ καὶ παθὼν πάντ᾽ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα: [35] μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα: μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων: μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ. τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν, [36] αἰσχρὸν ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται; [37] πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους.
περὶ ἀνομολογίας.
τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ᾽ οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων ‘ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον.’ [2] δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν ‘ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ: τὰ δ᾽ ἄλλ᾽ οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον.’ [3] ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδ᾽ ὅλως, φθονερὸν οὐ πάνυ ἢ περίεργον, ἐλεήμονα οἱ πλεῖστοι. [4] τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ᾽ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι: [5] τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δ᾽ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου: καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται. [6] ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι. [7] κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ᾽ ἀκουσίῳ. τὸ δ᾽ ἄδι
κον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου: διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν.
[8] ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ᾽ ὅ τι λέγουσιν οὔθ᾽ ὅ τι ἔχουσιν κακὸν ἢ εἰ ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον συνεχὲς [9] ‘μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι; [10] ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δ᾽ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;’ [11] ἄνθρωπ᾽, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας: καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς τί ποτ᾽ ἐφλυάρησα τὰ ἐπελθόντα μοι; [12] φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός; [13] ‘τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ‘1ἥξει ἐκεῖνος πάντα εἰδώς’ [14] 2. ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.’