[24] τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλ᾽ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδ᾽ ἀπογνωστικῶς, ἀλλ᾽ ἐρῶ: νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. [25] ἄνθρωπος εἶ: τοῦτο δ᾽ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; [26] οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον: τοῦτο κόσμει καὶ καλλώπιζε: τὴν κόμην δ᾽ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. [27] ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; — ἀνήρ. — ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά: κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. [28] τοῦτο δ᾽ ἐπ᾽ ἀνδρός ἐστι τὸ μὴ ἔχειν: κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ᾽ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; ‘δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ.’ [29] ὦ δεινοῦ θεάματος: οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν: νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτ᾽ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; [30] ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; [31] ἀλλ᾽ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον: ὅλον δι᾽ ὅλων αὐτὸ ποίησον: ἆρον — τί ποτ᾽ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν: ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δ᾽ ἥμισυ γυναικός. [32] τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ‘ναί: ἀλλὰ τοῖς λείοις χαίρουσιν.’ οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; [33] τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; [34] τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην; [35] ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;
[36] μή, τοὺς θεούς σοι, νεανίσκε: ἀλλ᾽ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ‘ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν: πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτ᾽ εὐμενὴς δι᾽ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. [37] ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν.’ οὔ: ἀλλ᾽ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλ᾽ ὁ θεὸς δι᾽ αὐτοῦ: ἂν δὲ δι᾽ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν᾽ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ᾽ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων [38] διὰ καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής;
ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν.
[39] ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ᾽ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις: [40] ταύτην ἂν σχῇς καλήν, τότ᾽ ἔστι καλός. [41] μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ: δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο. [42] ἀλλ᾽ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ: ‘πειρῶ οὖν καλὸς εἶναι.’ τί αὐτῷ λέγει; ‘πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη;’ μὴ γένοιτο: ἀλλὰ ‘κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα.’ [43] τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν: ἐκείνῳ ἐπίστρεψον. [44] — τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; — μὴ γένοιτο: ἀλλ᾽ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. [45] οὔ: ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον: δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ᾽ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.
περὶ τίνα ἀσκεῖσθαι δεῖ τὸν προκόψοντα καὶ ὅτι τῶν κυριωτάτων ἀμελοῦμεν.
τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν: ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτ᾽ ὀρεγόμενος ἀποτυγχάνῃ μήτ᾽ ἐκκλίνων περιπίπτῃ: [2] ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς: τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν κ
αὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις. [3] τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη: πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, δι᾽ ὧν οὐδ᾽ ἀκοῦσαι λόγου δυνάμεθα. [4] δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον: οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.
[5] τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδ᾽ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδ᾽ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. — τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν. [6] — οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον: μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους. [7] — δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον. [8] — τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία; [9] τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει. [10] κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι ‘λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα,’ γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δ᾽ ἄλλος παρὼν εἴπῃ ‘οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι: τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δ᾽ οὐδέν,’ ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας ‘ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος.’ [11] βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ ‘οὗτός ἐστιν,’ ἔφη, ‘ὁ δεῖνα: ἔδειξα ὑμῖν αὐτόν;’ [12] ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλ᾽ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.
[13] βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα. [14] τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον: ταῦτα ἡμῖν ἔδειξας. [15] ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον: εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν — τίνα ποτ᾽ ἐκεῖνον; — τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον. [16] τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖν ‘οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ, ἡσυχίαν ἄγω. [17] ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι: ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται.’ ἐκείνων ἐστὶ ταῦτα. [18] τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾁδειν καὶ ὀρχεῖσθαι: βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.
τίς ὕλη τοῦ ἀγαθοῦ καὶ πρὸς τί μάλιστ᾽ ἀσκητέον.
ὕλη τοῦ καλοῦ καὶ ἀγαθοῦ τὸ ἴδιον ἡγεμονικόν, τὸ σῶμα δ᾽ ἰατροῦ καὶ ἀπἀλείπτου, ὁ ἀγρὸς γεωργοῦ ὕλη: ἔργον δὲ καλοῦ καὶ ἀγαθοῦ τὸ χρῆσθαι ταῖς φαντασίαις κατὰ φύσιν. [2] πέφυκεν δὲ πᾶσα ψυχὴ ὥσπερ τῷ ἀληθεῖ ἐπινεύειν, πρὸς τὸ ψεῦδος ἀνανεύειν, πρὸς τὸ ἄδηλον ἐπέχειν, οὕτως πρὸς μὲν τὸ ἀγαθὸν ὀρεκτικῶς κινεῖσθαι, πρὸς δὲ τὸ κακὸν ἐκκλιτικῶς, πρὸς δὲ τὸ μήτε κακὸν μήτ᾽ ἀγαθὸν οὐδετέρως. [3] ὡς γὰρ τὸ τοῦ Καίσαρος νόμισμα οὐκ ἔξεστιν ἀποδοκιμάσαι τῷ τραπεζίτῃ οὐδὲ τῷ λαχανοπώλῃ, ἀλλ᾽ ἂν δείξῃς, θέλει οὐ θέλει, προέσθαι αὐτὸν δεῖ τὸ ἀντ᾽ αὐτοῦ πωλούμενον, οὕτως ἔχει καὶ ἐπὶ τῆς ψυχῆς. [4] τὸ ἀγαθὸν φανὲν εὐθὺς ἐκίνησεν ἐφ᾽ αὑτό, τὸ κακὸν ἀφ᾽ αὑτοῦ. οὐδέποτε δ᾽ ἀγαθοῦ φαντασίαν ἐναργῆ ἀποδοκιμάσει ψυχή, οὐ μᾶλλον ἢ τὸ Καίσαρος νόμισμα. ἔνθεν ἐξήρτηται πᾶσα κίνησις καὶ ἀνθρώπου καὶ θεοῦ.
[5] διὰ τοῦτο πάσης οἰκειότητος προκρίνεται τὸ ἀγαθόν. οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ. ‘οὕτως εἶ σκληρός;’ οὕτως γὰρ πέφυκα: τοῦτό μοι τὸ νόμισμα δέδωκεν ὁ θεός. [6] διὰ τοῦτο, εἰ τοῦ καλοῦ καὶ δικαίου τὸ ἀγαθὸν ἕτερόν ἐστιν, οἴχεται καὶ πατὴρ καὶ ἀδελφὸς καὶ πατρὶς καὶ πάντα τὰ πράγματα. [7] ἀλλ᾽ ἐγὼ τὸ ἐμὸν ἀγαθὸν ὑπερίδω, ἵνα σὺ σχῇς, καὶ παραχωρήσω σοι; ἀντὶ τίνος; ‘πατήρ σου εἰμί.’ ἀλλ᾽ οὐκ ἀγαθόν. ?
??ἀδελφός σου εἰμί.’ [8] ἀλλ᾽ οὐκ ἀγαθόν. ἐὰν δ᾽ ἐν ὀρθῇ προαιρέσει θῶμεν, αὐτὸ τὸ τηρεῖν τὰς σχέσεις ἀγαθὸν γίνεται: καὶ λοιπὸν ὁ τῶν ἐκτός τινων ἐκχωρῶν, οὗτος τοῦ ἀγαθοῦ τυγχάνει. [9] ‘αἴρει τὰ χρήματα ὁ πατήρ.’ ἀλλ᾽ οὐ βλάπτει. ‘ἕξει τὸ πλέον τοῦ ἀγροῦ ὁ ἀδελφός.’ ὅσον καὶ θέλει. μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ, μή τι τοῦ φιλαδέλφου; [10] ἐκ ταύτης γὰρ τῆς οὐσίας τίς δύναται ἐκβαλεῖν; οὐδ᾽ ὁ Ζεύς. οὐδὲ γὰρ ἠθέλησεν, ἀλλ᾽ ἐπ᾽ ἐμοὶ αὐτὸ ἐποίησεν καὶ ἔδωκεν οἷον εἶχεν αὐτός, ἀκώλυστον, ἀνανάγκαστον, ἀπαραπόδιστον.