Εὐριπίδης
25 βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
Μνησίλοχος
ἰδού.
Εὐριπίδης
ὁρᾷς τὸ θύριον τοῦτο;
Μνησίλοχος
νὴ τὸν Ἡρακλέα
οἶμαί γε.
Εὐριπίδης
σίγα νυν.
Μνησίλοχος
σιωπῶ τὸ θύριον;
Εὐριπίδης
ἄκου᾽.
Μνησίλοχος
ἀκούω καὶ σιωπῶ τὸ θύριον;
Εὐριπίδης
ἐνταῦθ᾽ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30 ὁ τραγῳδοποιός.
Μνησίλοχος
ποῖος οὗτος Ἁγάθων;
Εὐριπίδης
ἔστιν τις Ἀγάθων —
Μνησίλοχος
μῶν ὁ μέλας ὁ καρτερός;
Εὐριπίδης
οὔκ, ἀλλ᾽ ἕτερός τις: οὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
μῶν ὁ δασυπώγων;
Εὐριπίδης
οὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
μὰ τὸν Δί᾽ οὔτοι γ᾽ ὥστε καί μέ γ᾽ εἰδέναι.
Εὐριπίδης
35 καὶ μὴν βεβίνηκας σύ γ᾽, ἀλλ᾽ οὐκ οἶσθ᾽ ἴσως.
ἀλλ᾽ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας:
προθυσόμενος ἔοικε τῆς ποιήσεως.
Θεράπων
εὔφημος πᾶς ἔστω λαός,
40 στόμα συγκλῄσας: ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
45 γλαυκόν:
Μνησίλοχος
βομβάξ.
Εὐριπίδης
σίγα.
Μνησίλοχος
τι λέγει;
Θεράπων
πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τ᾽ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων.
Μνησίλοχος
βομβαλοβομβάξ.
Θεράπων
μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50 πρόμος ἡμέτερος —
Μνησίλοχος
μῶν βινεῖσθαι;
Θεράπων
τίς ὁ φωνήσας;
Μνησίλοχος
νήνεμος αἰθήρ.
Θεράπων
δρυόχους τιθέναι δράματος ἀρχάς.
κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55 καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει.
Μνησίλοχος
καὶ λαικάζει.
Θεράπων
τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Μνησίλοχος
ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
60 τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.
Θεράπων
ἦ που νέος γ᾽ ὢν ἦσθ᾽ ὑβριστὴς ὦ γέρον.
Εὐριπίδης
ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65 Ἀγάθωνά μοι δεῦρ᾽ ἐκκάλεσον πάσῃ τέχνῃ.
Θεράπων
μηδὲν ἱκέτευ᾽: αὐτὸς γὰρ ἔξεισιν τάχα.
καὶ γὰρ μελοποιεῖν ἄρχεται: χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
Εὐριπίδης
70 τί οὖν ἐγὼ δρῶ;
Θεράπων
περίμεν᾽, ὡς ἐξερχεται.
Εὐριπίδης
ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
Μνησίλοχος
νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Εὐριπίδης
75 ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
Μνησίλοχος
ποῖόν τι;
Εὐριπίδης
τῇδε θἠμέρᾳ κριθήσεται
εἴτ᾽ ἔστ᾽ ἔτι ζῶν εἴτ᾽ ἀπόλωλ᾽ Εὐριπίδης.
Μνησίλοχος
καὶ πῶς; ἐπεὶ νῦν γ᾽ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ᾽ ἕδρα,
80 ἐπεὶ τρίτη ‘στὶ Θεσμοφορίων ἡ μέση.
Εὐριπίδης
τοῦτ᾽ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπ᾽ ὀλέθρῳ.
Μνησίλοχος
τιὴ τί δή;
Εὐριπίδης
85 ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Μνησίλοχος
νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γ᾽ ἂν πάθοις.
ἀτὰρ τίν᾽ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Εὐριπίδης
Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
ἐς Θεσμοφόροιν ἐλθεῖν.
Μνησίλοχος
τί δράσοντ᾽; εἰπέ μοι.
Εὐριπίδης
90 ἐκκλησιάσοντ᾽ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
λέξονθ᾽ ὑπὲρ ἐμοῦ.
Μνησίλοχος
πότερα φανερῶς ἢ λάθρᾳ;
Εὐριπίδης
λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Μνησίλοχος
τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ᾽ ἐκ τοῦ σοῦ τρόπου:
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Εὐριπίδης
95 σίγα.
Μνησίλοχος
τί δ᾽ ἔστιν;
Εὐριπίδης
Ἁγάθων ἐξέρχεται.
Μνησίλοχος
καὶ ποῖός ἐστιν;
Εὐριπίδη?
?
οὗτος οὑκκυκλούμενος.
Μνησίλοχος
ἀλλ᾽ ἢ τυφλὸς μέν εἰμ᾽: ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρ᾽ οὐδέν᾽ ἐνθάδ᾽ ὄντα, Κυρήνην δ᾽ ὁρῶ.
Εὐριπίδης
σίγα: μελῳδεῖν γὰρ παρασκευάζεται.
Μνησίλοχος
100 μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
Ἀγάθων
ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.
Χορὸς Ἀγάθωνος
τίνι δαιμόνων ὁ κῶμος;
105 λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι.
Ἀγάθων
ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
110 Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.
Χορὸς Ἀγάθωνος
χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβ᾽ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.
Ἀγάθων
τάν τ᾽ ἐν ὄρεσι δρυογόνοισι
115 κόραν ἀείσατ᾽
Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος
ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων
120 Λατώ τε κρούματά τ᾽ Ἀσιάδος
ποδὶ †παράρυθμ᾽ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος
σέβομαι Λατώ τ᾽ ἄνασσαν
κίθαρίν τε ματέρ᾽ ὕμνων
125 ἄρσενι βοᾷ δόκιμον,
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
ἁμετέρας τε δι᾽ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτ᾽ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρ᾽ ὄλβιε παῖ Λατοῦς.
Μνησίλοχος
130 ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστ᾽ ἐμοῦ γ᾽ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
καί σ᾽ ὦ νεανίσχ᾽ ὅστις εἶ, κατ᾽ Αἰσχύλον
135 ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140 τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
τίς δ᾽ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
ἀλλ᾽ ὡς γυνὴ δῆτ᾽: εἶτα ποῦ τὰ τιτθία;
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτ᾽ ἐκ τοῦ μέλους
145 ζητῶ σ᾽, ἐπειδή γ᾽ αὐτὸς οὐ βούλει φράσαι;
Ἀγάθων
ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δ᾽ ἄλγησιν οὐ παρεσχόμην:
ἐγὼ δὲ τὴν ἐσθῆθ᾽ ἅμα γνώμῃ φορῶ.
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150 ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
αὐτίκα γυναικεῖ᾽ ἢν ποιῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ᾽ ἔχειν.
Μνησίλοχος
οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Ἀγάθων
ἀνδρεῖα δ᾽ ἢν ποιῇ τις, ἐν τῷ σώματι
155 ἔνεσθ᾽ ὑπάρχον τοῦθ᾽. ἃ δ᾽ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησίλοχος
ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων
ἄλλως τ᾽ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160 ἀγρεῖον ὄντα καὶ δασύν: σκέψαι δ᾽ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε καὶ διεκλῶντ᾽ Ἰωνικῶς,
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165 αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο:
διὰ τοῦτ᾽ ἄρ᾽ αὐτοῦ καὶ κάλ᾽ ἦν τὰ δράματα.
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησίλοχος
ταῦτ᾽ ἄρ᾽ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
ὁ δ᾽ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170 ὁ δ᾽ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
Ἀγάθων
ἅπασ᾽ ἀνάγκη: ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.
Μνησίλοχος
πῶς πρὸς τῶν θεῶν;
Εὐριπίδης
παῦσαι βαΰζων: καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκ᾽ ἠρχόμην ποιεῖν.
Μνησίλοχος
175 μὰ τὸν Δί᾽ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
Εὐριπίδης
ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ ἦλθον, ἔα μ᾽ εἰπεῖν.
Ἀγάθων
λέγε.
Εὐριπίδης
Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180 ἱκέτης ἀφῖγμαι πρὸς σέ.
Ἀγάθων
τοῦ χρείαν ἔχων;
Εὐριπίδης
μέλλουσί μ᾽ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων
τίς οὖν παρ᾽ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης
ἡ πᾶσ᾽: ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185 ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκ?
?ίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων
ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης
ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι:
190 ἔπειτα πολιός εἰμι καὶ πώγων᾽ ἔχω,
σὺ δ᾽ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων
Εὐριπίδη —
Εὐριπίδης
τί ἔστιν;
Ἀγάθων
ἐποίησάς ποτε,
‘χαίρεις ὁρῶν φῶς, πατέρα δ᾽ οὐ χαίρειν δοκεῖς;’
Εὐριπίδης
195 ἔγωγε.
Ἀγάθων
μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ᾽ ἄν.
ἀλλ᾽ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησίλοχος
200 καὶ μὴν σύ γ᾽ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης
τί δ᾽ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων
κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Εὐριπίδης
πῶς;
Ἀγάθων
ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205 κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
Μνησίλοχος
ἰδού γε κλέπτειν: νὴ Δία βινεῖσθαι μὲν οὖν.
ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί᾽ εἰκότως ἔχει.
Εὐριπίδης
τί οὖν; ποιήσεις ταῦτα;
Ἀγάθων
μὴ δόκει γε σύ.
Εὐριπίδης
ὦ τρισκακοδαίμων ὡς ἀπόλωλ᾽ Εὐριπίδης.
Μνησίλοχος
210 ὦ φίλτατ᾽ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
Εὐριπίδης
πῶς οὖν ποιήσω δῆτα;
Μνησίλοχος
τοῦτον μὲν μακρὰ
κλάειν κέλευ᾽, ἐμοὶ δ᾽ ὅ τι βούλει χρῶ λαβών.