Εὐριπίδης
ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον.
Μνησίλοχος
καὶ δὴ χαμαί.
215 ἀτὰρ τί μέλλεις δρᾶν μ᾽;
Εὐριπίδης
ἀποξυρεῖν ταδί,
τὰ κάτω δ᾽ ἀφεύειν.
Μνησίλοχος
ἀλλὰ πρᾶττ᾽, εἴ σοι δοκεῖ.
ἢ μὴ᾽ πιδοῦν᾽ ἐμαυτὸν ὤφελόν ποτε.
Εὐριπίδης
Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν.
Ἀγάθων
αὐτὸς λάμβανε
220 ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
Εὐριπίδης
γενναῖος εἶ.
κάθιξε: φύσα τὴν γνάθον τὴν δεξιάν.
Μνησίλοχος
ὤμοι.
Εὐριπίδης
τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς.
Μνησίλοχος
ἀτταταῖ ἰατταταῖ.
Εὐριπίδης
οὗτος σὺ ποῖ θεῖς;
Μνησίλοχος
ἐς τὸ τῶν σεμνῶν
225 θεῶν: οὐ γὰρ μὰ τὴν Δήμητρά γ᾽ ἐνταυθοῖ μενῶ
τεμνόμενος.
Εὐριπίδης
οὔκουν καταγέλαστος δῆτ᾽ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Μνησίλοχος
ὀλίγον μέλει μοι.
Εὐριπίδης
μηδαμῶς πρὸς τῶν θεῶν
προδῷς με: χώρει δεῦρο.
Μνησίλοχος
κακοδαίμων ἐγώ.
Εὐριπίδης
230 ἔχ᾽ ἀτρέμα σαυτὸν κἀνάκυπτε: ποῖ στρέφει;
Μνησίλοχος
μυμῦ.
Εὐριπίδης
τί μύξεις; πάντα πεποίηται καλῶς.
Μνησίλοχος
οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Εὐριπίδης
μὴ φροντίσῃ: ὡς εὐπρεπὴς φανεῖ πάνυ.
βούλει θεᾶσθαι σαυτόν;
Μνησίλοχος
εἰ δοκεῖ, φέρε.
Εὐριπίδης
235 ὁρᾷς σεαυτόν;
Μνησίλοχος
οὐ μὰ Δί᾽ ἀλλὰ Κλεισθένη.
Εὐριπίδης
ἀνίστασ᾽, ἵν᾽ ἀφεύσω σε, κἀγκύψας ἔχε.
Μνησίλοχος
οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
Εὐριπίδης
ἐνεγκάτω τις ἔνδοθεν δᾷδ᾽ ἢ λύχνον.
ἐπίκυπτε: τὴν κέρκον φυλάττου νυν ἄκραν.
Μνησίλοχος
240 ἐμοὶ μελήσει νὴ Δία, πλήν γ᾽ ὅτι κάομαι.
οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
Εὐριπίδης
θάρρει.
Μνησίλοχος
τί θαρρῶ καταπεπυρπολημένος;
Εὐριπίδης
ἀλλ᾽ οὐκ ἔτ᾽ οἰδὲν πρᾶγμά σοι: τὰ πλεῖστα γὰρ
245 ἀποπεπόνηκας.
Μνησίλοχος
φῦ ἰοὺ τῆς ἀσβόλου.
αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Εὐριπίδης
μὴ φροντίσῃς: ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
Μνησίλοχος
οἰμώξετἄρ᾽ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Εὐριπίδης
Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
250 ἀλλ᾽ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον: οὐ γὰρ ταῦτά γ᾽ ὡς οὐκ ἔστ᾽ ἐρεῖς.
Ἀγάθων
λαμβάνετε καὶ χρῆσθ᾽: οὐ φθονῶ.
Μνησίλοχος
τί οὖν λάβω;
Ἀγάθων
ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Μνησίλοχος
νὴ τὴν Ἀφροδίτην ἡδύ γ᾽ ὄζει ποσθίου.
255 σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
Εὐριπίδης
ἰδού.
Μνησίλοχος
ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Εὐριπίδης
κεκρυφάλου δεῖ καὶ μίτρας.
Ἀγάθων
ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Εὐριπίδης
νὴ τὸν Δί᾽ ἀλλὰ κἀπιτηδεία πάνυ.
Μνησίλοχος
260 ἆρ᾽ ἁρμόσει μοι;
Εὐριπίδης
νὴ Δί᾽ ἀλλ᾽ ἄριστ᾽ ἔχει.
φέρ᾽ ἔγκυκλον:
Ἀγάθων
τουτὶ λάβ᾽ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης
ὑποδημάτων δεῖ.
Ἀγάθων
τἀμὰ ταυτὶ λάμβανε.
Μνησίλοχος
ἆρ᾽ ἁρμόσει μοι;
Εὐριπίδης
χαλαρὰ γοῦν χαίρεις φορῶν.
Ἀγάθων
σὺ τοῦτο γίγνωσκ᾽: ἀλλ᾽ ἔχεις γὰρ ὧν δέει,
265 εἴσω τις ὡς τάχιστά μ᾽ ἐσκυκλησάτω.
Εὐριπίδης
ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γ᾽ εἶδος: ἢν λαλῇς δ᾽, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος
πειράσομαι.
Εὐριπίδης
βάδιζε τοίνυν.
Μνησίλοχος
μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270 ὀμόσῃς ἐμοί —
Εὐριπίδης
τί χρῆμα;
Μνησίλοχος
συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης
ὄμνυμι τοίνυν αἰθέρ᾽ οἴκησιν Διός.
Μνησίλοχος
τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης
ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησίλοχος
275 μέμνησο τοίνυν ταῦθ᾽, ὅτι ἡ φρὴν ὤμοσεν,
br />
ἡ γλῶττα δ᾽ οὐκ ὀμώμοκ᾽: οὐδ᾽ ὥρκωσ᾽ ἐγώ.
Εὐριπίδης
ἔκσπευδε ταχέως: ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δ᾽ ἄπειμι.
Μνησίλοχος
δεῦρό νυν ὦ Θρᾷτθ᾽ ἕπου.
280 ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμ᾽ ἀνέρχεθ᾽ ὑπὸ τῆς λιγνύος.
ἀλλ᾽ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτ᾽ ἔξελε
285 τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
290 πλουτοῦντος, ἄλλως δ᾽ ἠλιθίου κἀβελτέρου,
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμ᾽ ἐν καλῷ, τῶν ῥητόρων
ἵν᾽ ἐξακούω; σὺ δ᾽ ἄπιθ᾽ ὦ Θρᾷττ᾽ ἐκποδών.
δούλοις γὰρ οὐκ ἔξεστ᾽ ἀκούειν τῶν λόγων.
Κηρύκαινα
295 εὐφημία ‘στω, εὐφημία ‘στω. εὔχεσθε τοῖν
Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
300 τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
305 τυχηρῶς δ᾽ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
τήν τ᾽ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
310 νικᾶν. ταῦτ᾽ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν. Χορός
δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδ᾽ ἐπ᾽ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
315 Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
χρυσόλογχε πόλιν οἰκοῦσα
περιμάχητον, ἐλθὲ δεῦρο.
320 καὶ πολυώνυμε θηροφόνη παῖ
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον προλιπὼν
μυχὸν ἰχθυόεντ᾽ οἰστροδόνητον,
325 Νηρέος ἐναλίου τε κόραι
Νύμφαι τ᾽ ὀρείπλαγκτοι.
χρυσέα τε φόρμιγξ
ἰαχήσειεν ἐπ᾽ εὐχαῖς
ἡμετέραις: τελέως δ᾽
330 ἐκκλησιάσαιμεν Ἀθηναίων
εὐγενεῖς γυναῖκες. Κηρύκαινα
εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι τοῖς τ᾽ ἄλλοις θεοῖς,
335 εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν ἢ ‘πικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τ᾽ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
340 ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖσ᾽ ἐνετρύλλισεν τῷ δεσπότῃ
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345 ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦσ᾽ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
350 ἀρᾶσθε, ταῖς δ᾽ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά. Χορός
ξυνευχόμεσθα τέλεα μὲν
πόλει τέλεα δὲ δήμῳ
τάδ᾽ εὔγματα γενέσθαι,
355 τὰ δ᾽ ἄρισθ᾽ ὅσαις προσήκει
νικᾶν λεγούσαις: ὁπόσαι δ᾽
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
360 κερδῶν οὕνεκ᾽ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦσ᾽ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
τοῖς ἡμετέροις λέγουσ᾽,
365 ἢ Μήδους ἐπάγουσι γῇ
κερδῶν οὕνεκ᾽ ἐπὶ βλάβῃ,
ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
ἀλλ᾽ ὦ παγκρατὲς
Ζεῦ ταῦτα κυρώσειας, ὥσθ᾽
370 ἡμῖν θεοὺς παραστατεῖν
καίπερ γυναιξὶν οὔσαις. Κηρύκαινα
ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
τῇ τῶν γυναικῶν: Τιμόκλει᾽ ἐπεστάτει,
375 Λύσιλλ᾽ ἐγραμμάτευεν, εἶπε Ζωστράτη:
ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
τῶν Θεσμοφορίων, ᾗ μάλισθ᾽ ἡμῖν σχολή,
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
ὅ τι χρὴ παθεῖν ἐκεῖνον: ἀδικεῖν γὰρ δοκεῖ
ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
380 ἐγώ.
Κηρύκαινα
περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορός
σίγα σιώπα, πρόσεχε τὸν νοῦν: χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦσ᾽ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
φιλοτιμίᾳ ?
?ὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξουσ᾽ ἀνέστην ὦ γυναῖκες: ἀλλὰ γὰρ
385 βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖ᾽ ἀκουούσας κακά.
τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
390 ποῦ δ᾽ οὐχὶ διαβέβληχ᾽, ὅπουπερ ἔμβραχυ
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγ᾽ ἀνδράσιν κακόν:
395 ὥστ᾽ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
ὑποβλέπουσ᾽ ἡμᾶς σκοποῦνταί τ᾽ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
δρᾶσαι δ᾽ ἔθ᾽ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
ἔξεστι: τοιαῦθ᾽ οὗτος ἐδίδαξεν κακὰ
400 τοὺς ἄνδρας ἡμῶν: ὥστ᾽ ἐάνπερ τις πλέκῃ
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ: κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ, ‘τῷ κατέαγεν ἡ χύτρα;
οὐκ ἔσθ᾽ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.’
405 κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
‘τὸ χρῶμα τοῦτό μ᾽ οὐκ ἀρέσκει τῆς κόρης.’
εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτ᾽ ἔστιν λαθεῖν.
ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον:
410 πρὸς τοὺς γέροντάς θ᾽ οἳ πρὸ τοῦ τὰς μείρακας
ἤγοντο, διαβέβληκεν, ὥστ᾽ οὐδεὶς γέρων
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
‘δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.’
εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
415 σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς