Page 75 of The Complete Plays


  εὐθέως εἴρηχ᾽ ὁ πωλῶν πλησίον τὰς μεμβράδας:

  495 ‘οὗτος ὀψωνεῖν ἔοιχ᾽ ἅνθρωπος ἐπὶ τυραννίδι.’

  ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,

  ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ:

  ‘εἰπέ μοι, γήτειον αἰτεῖς: πότερον ἐπὶ τυραννίδι,

  ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;’

  Ξανθίας

  500 κἀμέ γ᾽ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,

  ὅτι κελητίσαι ‘κέλευον, ὀξυθυμηθεῖσά μοι

  ἤρετ᾽ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.

  Βδελυκλέων

  ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ

  τὸν πατέρ᾽ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν

  505 ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων

  ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω

  ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.

  Φιλοκλέων

  νὴ Δί᾽ ἐν δίκῃ γ᾽: ἐγὼ γὰρ οὐδ᾽ ἂν ὀρνίθων γάλα

  ἀντὶ τοῦ βίου λάβοιμ᾽ ἂν οὗ με νῦν ἀποστερεῖς:

  510 οὐδὲ χαίρω βατίσιν οὐδ᾽ ἐγχέλεσιν, ἀλλ᾽ ἥδιον ἄν

  δικίδιον σμικρὸν φάγοιμ᾽ ἂν ἐν λοπάδι πεπνιγμένον.

  Βδελυκλέων

  νὴ Δί᾽ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν:

  ἀλλ᾽ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,

  ἀναδιδάξειν οἴομαί σ᾽ ὡς πάντα ταῦθ᾽ ἁμαρτάνεις.

  Φιλοκλέων

  515 ἐξαμαρτάνω δικάζων;

  Βδελυκλέων

  καταγελώμενος μὲν οὖν

  οὐκ ἐπαϊεις ὑπ᾽ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.

  ἀλλὰ δουλεύων λέληθας.

  Φιλοκλέων

  παῦε δουλείαν λέγων,

  ὅστις ἄρχω τῶν ἁπάντων.

  Βδελυκλέων

  οὐ σύ γ᾽, ἀλλ᾽ ὑπηρετεῖς

  οἰόμενος ἄρχειν: ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,

  520 ἥτις ἡ τιμή ‘στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.

  Φιλοκλέων

  πάνυ γε, καὶ τούτοισί γ᾽ ἐπιτρέψαι ‘θέλω.

  Βδελυκλέων

  καὶ μὴν ἐγώ.

  ἄφετέ νυν ἅπαντες αὐτόν.

  Φιλοκλέων

  καὶ ξίφος γέ μοι δότε.

  ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.

  Βδελυκλέων

  εἰπέ μοι, τί δ᾽ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ‘μμένῃς;

  Φιλοκλέων

  525 μηδέποτε πίοιμ᾽ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.

  Χορός

  νῦν δὴ τὸν ἐκ θἠμετέρου

  γυμνασίου δεῖ τι λέγειν

  καινόν, ὅπως φανήσει —

  Βδελυκλέων

  ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.

  530 ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;

  Χορός

  μὴ κατὰ τὸν νεανίαν

  τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς

  σοι μέγας ἐστὶν ἁγὼν

  καὶ περὶ τῶν ἁπάντων,

  535 εἴπερ, ὃ μὴ γένοιθ᾽, οὗτός

  σ᾽ ἐθέλει κρατῆσαι.

  Βδελυκλέων

  καὶ μὴν ὅσ᾽ ἂν λέξῃ γ᾽ ἁπλῶς μνημόσυνα γράψομαι ‘γώ.

  Φιλοκλέων

  τί γὰρ φάθ᾽ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;

  Χορός

  540 οὐκέτι πρεσβυτῶν ὄχλος

  χρήσιμος ἔστ᾽ οὐδ᾽ ἀκαρῆ:

  σκωπτόμενοι δ᾽ ἐν ταῖς ὁδοῖς

  θαλλοφόροι καλούμεθ᾽, ἀντωμοσιῶν

  545 κελύφη.

  Χορός

  ἀλλ᾽ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν

  τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε. Φιλοκλέων

  καὶ μὴν εὐθύς γ᾽ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω

  τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.

  550 τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,

  ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;

  ὃν πρῶτα μὲν ἕρποντ᾽ ἐξ εὐνῆς τηροῦσ᾽ ἐπὶ τοῖσι δρυφάκτοις

  ἄνδρες μεγάλοι καὶ τετραπήχεις: κἄπειτ᾽ εὐθὺς προσιόντι

  ἐμβάλλει μοι τὴν χεῖρ᾽ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν:

  555 ἱκετεύουσίν θ᾽ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες:

  ‘οἴκτιρόν μ᾽ ὦ πάτερ, αἰτοῦμαί σ᾽, εἰ καὐτὸς πώποθ᾽ ὑφείλου

  ἀρχὴν ἄρξας ἢ ‘πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων:’

  ὃς ἔμ᾽ οὐδ᾽ ἂν ζῶντ᾽ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.

  Βδελυκλέων

  τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.

  Φιλοκλέων

  560 εἶτ᾽ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς

  ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,

  ἀλλ᾽ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.

  φέρ᾽ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ᾽ ἐνταῦθα δικαστῇ;

  οἱ μέν γ᾽ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι

  565 κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν: †

  οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ᾽ Αἰσώπου τι γέλοιον:

  οἱ δὲ σκώπτουσ᾽, ἵν᾽ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.

  κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι᾽ εὐθὺς ἀνέλκει

  τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ᾽ ἀκροῶμαι:

  570 τὰ δὲ συγκύψανθ᾽ ἅμα βληχᾶται: κἄπειθ?
?? ὁ πατὴρ ὑπὲρ αὐτῶν

  ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι:

  ‘εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις:’

  εἰ δ᾽ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.

  χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ᾽ ἀνεῖμεν.

  575 ἆρ᾽ οὐ μεγάλη τοῦτ᾽ ἔστ᾽ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;

  Βδελυκλέων

  δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην:

  καὶ τἀγαθά μοι μέμνησ᾽ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.

  Φιλοκλέων

  παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.

  κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν

  580 ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.

  κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα

  ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ᾽ ἀπιοῦσι.

  κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ᾽ ἐπίκληρον,

  κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ

  585 καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,

  ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.

  καὶ ταῦτ᾽ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ᾽ ἄλλων οὐδεμἴ ἀρχή.

  Βδελυκλέων

  τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω:

  τῆς δ᾽ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.

  Φιλοκλέων

  590 ἔτι δ᾽ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ᾽ ἀπορήσῃ

  ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι:

  εἶτ᾽ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς

  οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.

  κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ᾽ ἐνίκησεν, ἐὰν μὴ

  εἴπῃ τὰ δικαστήρι᾽ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας:

  αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,

  ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.

  σὺ δὲ τὸν πατέρ᾽ οὐδ᾽ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ᾽ ἔδρασας.

  ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,

  600 τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι᾽ ἡμῶν περικωνεῖ.

  σκέψαι μ᾽ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,

  ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.

  Βδελυκλέων

  ἔμπλησο λέγων: πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει

  πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.

  Φιλοκλέων

  605 ὃ δέ γ᾽ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ‘γὼ ‘πελελήσμην,

  ὅταν οἴκαδ᾽ ἴω τὸν μισθὸν ἔχων, κἄπειθ᾽ ἥκονθ᾽ ἅμα πάντες

  ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με

  ἀπονίζῃ καὶ τὼ πόδ᾽ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ

  καὶ παππίζουσ᾽ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,

  610 καὶ τὸ γύναιόν μ᾽ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,

  κἄπειτα καθεζομένη παρ᾽ ἐμοὶ προσαναγκάζῃ, ‘φάγε τουτί,

  ἔντραγε τουτί:’ τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ

  ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ᾽ ἄριστον παραθήσει

  καταρασάμενος καὶ τονθορύσας. ἀλλ᾽ ἢν μή μοι ταχὺ μάξῃ,

  τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.

  κἂν οἶνόν μοι μὴ ‘γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ᾽ ἐσκεκόμισμαι

  οἴνου μεστόν, κᾆτ᾽ ἐγχέομαι κλίνας: οὗτος δὲ κεχηνὼς

  βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.

  620 ἆρ᾽ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω, Φιλοκλέων

  ὅστις ἀκούω ταὔθ᾽ ἅπερ ὁ Ζεύς;

  ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,

  πᾶς τίς φησιν τῶν παριόντων,

  ‘οἷον βροντᾷ τὸ δικαστήριον,

  625 ὦ Ζεῦ βασιλεῦ.’

  κἂν ἀστράψω, ποππύζουσιν

  κἀγκεχόδασίν μ᾽ οἱ πλουτοῦντες

  καὶ πάνυ σεμνοί.

  καὶ σὺ δέδοικάς με μάλιστ᾽ αὐτός:

  νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δ᾽

  630 ἀπολοίμην εἴ σε δέδοικα. Χορός

  οὐπώποθ᾽ οὕτω καθαρῶς

  οὐδενὸς ἠκούσαμεν οὐδὲ

  ξυνετῶς λέγοντος.

  Φιλοκλέων

  οὔκ, ἀλλ᾽ ἐρήμας ᾤεθ᾽ οὕτω ῥᾳδίως τρυγήσειν.

  635 καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.

  Χορός

  ὡς δ᾽ ἐπὶ πάντ᾽ ἐλήλυθεν

  κοὐδὲν παρῆλθεν, ὥστ᾽ ἔγωγ᾽

  ηὐξανόμην ἀκούων,

  κἀν μακάρων δικάζειν

  640 αὐτὸς ἔδοξα νήσοις,

  ἡδόμενος λέγοντι.

  Φιλοκλέων

  ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.

  Βδελυκλέων

  ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.

  Χορός

  δεῖ δέ σε παντοίας πλέκειν

  645 εἰς ἀπόφυξιν παλάμας.

  τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι

  χαλεπὸν νεανίᾳ μὴ πρὸς ἐμοῦ λέγοντι.

  Χορός

  πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,

  ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ?
??μὸν θυμὸν κατερεῖξαι. Βδελυκλέων

  650 χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ‘πὶ τρυγῳδοῖς

  ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.

  ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —

  Φιλοκλέων

  παῦσαι καὶ μὴ πατέριζε.

  εἰ μὴ γὰρ ὅπως δουλεύω ‘γώ, τουτὶ ταχέως με διδάξεις,

  οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ᾽ ἀπέχεσθαι.

  Βδελυκλέων

  655 ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον:

  καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ᾽ ἀπὸ χειρός,

  τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα:

  κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,

  πρυτανεῖα μέταλλ᾽ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.

  660 τούτων πλήρωμα τάλαντ᾽ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.

  ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ

  ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,

  γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

  Φιλοκλέων

  οὐδ᾽ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ᾽ ἐγίγνεθ᾽ ὁ μισθός.

  Βδελυκλέων

  665 μὰ Δί᾽ οὐ μέντοι.

  Φιλοκλέων

  καὶ ποῖ τρέπεται δὴ ‘πειτα τὰ χρήματα τἄλλα;

  Βδελυκλέων

  ἐς τούτους τοὺς ‘οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,

  ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί.’ σὺ γὰρ ὦ πάτερ αὐτοὺς

  ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.

  κᾆθ᾽ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα