670 ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
‘δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.’
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
675 σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν:
σοὶ δ᾽ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ᾽ ἐφ᾽ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
Φιλοκλέων
680 μὰ Δί᾽ ἀλλὰ παρ᾽ Εὐχαρίδου καὐτὸς τρεῖς γ᾽ ἄγλιθας μετέπεμψα.
ἀλλ᾽ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Βδελυκλέων
οὐ γὰρ μεγάλη δουλεία ‘στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τ᾽ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δ᾽ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς: οὓς αὐτὸς ἐλαύνων
685 καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ᾽ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ᾽, ὡς ὅστις ἂν ὑμῶν
690 ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται:
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ:
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ᾽ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ᾽ ὄντε
ἐσπουδάκατον, κᾆθ᾽ ὡς πρίονθ᾽ ὁ μὲν ἕλκει ὁ δ᾽ ἀντενέδωκε:
695 σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
Φιλοκλέων
ταυτί με ποιοῦσ᾽; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ᾽ ὅ τι χρῆμά με ποιεῖς.
Βδελυκλέων
σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ᾽ ὅπῃ ἐγκεκύκλησαι,
700 ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
οὐκ ἀπολαύεις πλὴν τοῦθ᾽ ὃ φέρεις ἀκαρῆ: καὶ τοῦτ᾽ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ᾽ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητ᾽ εἶναι: καὶ τοῦθ᾽ ὧν οὕνεκ᾽ ἐρῶ σοι,
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ᾽ ὅταν οὗτός γ᾽ ἐπισίξῃ
705 ἐπὶ τῶν ἐχθρῶν τιν᾽ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι:
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο μυριάδ᾽ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710 καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ‘ν Μαραθῶνι τροπαίου.
νῦν δ᾽ ὥσπερ ἐλαολόγοι χωρεῖθ᾽ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
Φιλοκλέων
οἴμοι τί πέπονθ᾽; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ᾽ ἤδη μαλθακός εἰμι.
Βδελυκλέων
715 ἀλλ᾽ ὁπόταν μὲν δείσωσ᾽ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
ποριεῖν: ἔδοσαν δ᾽ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
Βδελυκλέων
ὧν οὕνεκ᾽ ἐγώ σ᾽ ἀπέκλῃον ἀεὶ
720 βόσκειν ἐθέλων καὶ μὴ τούτους
ἐγχάσκειν σοι στομφάζοντας.
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
ὅ τι βούλει σοι,
πλὴν κωλακρέτου γάλα πίνειν. Χορός
725 ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι:
ὥστ᾽ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
ἀλλ᾽ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα, Χορός
πιθοῦ πιθοῦ λόγοισι, μηδ᾽ ἄφρων γένῃ
730 μηδ᾽ ἀτενὴς ἄγαν ἀτεράμων τ᾽ ἀνήρ.
εἴθ᾽ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτ᾽ ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
ξυλλαμβάνει τοῦ πράγματος,
735 καὶ δῆλός ἐστιν εὖ ποιῶν:
σὺ δὲ παρὼν δέχου.
Βδελυκλέων
καὶ μὴν θρέψω γ᾽ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
740 καὶ τὴν ὀσφῦν.
ἀλλ᾽ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτ᾽ οὐ δύναταί με προσέσθαι.
Χορός
νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ᾽, οἶς
τότ᾽ ἐπεμαίνετ᾽: ἔγνωκε γὰρ ἀ
ρτίως,
745 λογίζεταί τ᾽ ἐκεῖνα πάνθ᾽ ἁμαρτίας
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ᾽ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.
Φιλοκλέων
ἰώ μοί μοι.
Βδελυκλέων
οὗτος τί βοᾷς;
Φιλοκλέων
750 μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵν᾽ ὁ κῆρύξ φησι, ‘τίς ἀψήφιστος; ἀνιστάσθω.’
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755 ψηφιζομένων ὁ τελευταῖος.
σπεῦδ᾽ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτ᾽ ἐγὼ ‘ν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.
Βδελυκλέων
760 ἴθ᾽ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
Φιλοκλέων
τί σοι πίθωμαι; λέγ᾽ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων
ποίου; φέρ᾽ ἴδω.
Φιλοκλέων
τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ‘γὼ πείσομαι.
Βδελυκλέων
σὺ δ᾽ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765 ἐκεῖσε μὲν μηκέτι βάδιζ᾽, ἀλλ᾽ ἐνθάδε
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων
περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων
ταὔθ᾽ ἅπερ ἐκεῖ πράττεται:
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770 πάντως δὲ κἀκεῖ ταῦτ᾽ ἔδρας ἑκάστοτε.
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατ᾽ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον:
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος:
ὕοντος εἴσει: κἄν ἔγρῃ μεσημβρινός,
775 οὐδείς σ᾽ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλέων
τουτί μ᾽ ἀρέσκει.
Βδελυκλέων
πρὸς δὲ τούτοις γ᾽, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780 ὥσπερ πρότερον τὰ πράγματ᾽ ἔτι μασώμενος;
Βδελυκλέων
πολλῷ γ᾽ ἄμεινον: καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
μόλις τὸ πρᾶγμ᾽ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων
ἀνά τό με πείθεις. ἀλλ᾽ ἐκεῖν᾽ οὔπω λέγεις,
785 τὸν μισθὸν ὁπόθεν λήψομαι.
Βδελυκλέων
παρ᾽ ἐμοῦ.
Φιλοκλέων
καλῶς,
ὁτιὴ κατ᾽ ἐμαυτὸν κοὐ μεθ᾽ ἑτέρου λήψομαι.
αἴσχιστα γάρ τοί μ᾽ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχμὴν μετ᾽ ἐμοῦ πρώην λαβὼν
ἐλθὼν διεκερματίζετ᾽ ἐν τοῖς ἰχθύσιν,
790 κἄπειτ᾽ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων:
κἀγὼ ‘νέκαψ᾽: ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν:
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα:
κᾆθ᾽ εἷλκον αὐτόν.
Βδελυκλέων
ὁ δὲ τί πρὸς ταῦτ᾽ εἶφ᾽;
Φιλοκλέων
ὅ τι;
ἀλεκτρυόνος μ᾽ ἔφασκε κοιλίαν ἔχειν:
795 ‘ταχὺ γοῦν καθέψεις τἀργύριον,’ ἦ δ᾽ ὃς λέγων.
Βδελυκλέων
ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Φιλοκλέων
οὐ πάνυ τι μικρόν. ἀλλ᾽ ὅπερ μέλλεις ποίει.
Βδελυκλέων
ἀνάμενέ νυν: ἐγὼ δὲ ταῦθ᾽ ἥξω φέρων.
Φιλοκλέων
ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται.
800 ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
Βδελυκλέων
805 ἰδού, τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλέων
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810 ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
Βδελυκλέων
καὶ πῦρ γε τουτί: καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλέων
τοῦτ᾽ αὖ δεξιόν:
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815 ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε;
Βδελυκλέων
ἵνα γ᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾁδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί.
Φιλοκλέων
ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι.
Βδελυκλέων
τὸ τί;
Φιλοκλέων
θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
Βδελυκλέων
820 πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
Φιλοκλέων
ὦ δέσποθ᾽ ἥρως ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν.
Βδελυκλέων
οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
Φιλοκλέων
οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα.
/> Βδελυκλέων
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825 ἐκάλουν.
Φιλοκλέων
κάλει νυν, ὡς κάθημαι ‘γὼ πάλαι.
Βδελυκλέων
φέρε νυν τίν᾽ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
Φιλοκλέων
ἐπίσχες οὗτος: ὡς ὀλίγου μ᾽ ἀπώλεσας.
830 ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
Βδελυκλέων
μὰ τὸν Δί᾽ οὐ πάρεστιν.
Φιλοκλέων
ἀλλ᾽ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκ᾽ ἔνδοθεν.
Βδελυκλέων
τί ποτε τὸ χρῆμ᾽; ὡς δεινὸν ἡ φιλοχωρία.
Σωσίας
835 βάλλ᾽ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
Βδελυκλέων
τί δ᾽ ἔστιν ἐτεόν;
Σωσίας
οὐ γὰρ ὁ Λάβης ἀρτίως
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
Βδελυκλέων
τοῦτ᾽ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840 εἰσακτέον μοι: σὺ δὲ κατηγόρει παρών.
Σωσίας
μὰ Δί᾽ οὐκ ἔγωγ᾽: ἀλλ᾽ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
Βδελυκλέων
ἴθι νυν ἄγ᾽ αὐτὼ δεῦρο.
Σωσίας
ταῦτα χρὴ ποιεῖν.
Βδελυκλέων
τουτὶ τί ἔστι;
Φιλοκλέων
χοιροκομεῖον Ἑστίας.
Βδελυκλέων
845 εἶθ᾽ ἱεροσυλήσας φέρεις;
Φιλοκλέων
οὔκ, ἀλλ᾽ ἵνα
ἀφ᾽ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.