πῶς φέρειν δεῖ τὰς νόσους.

  ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ: ἐπ᾽ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης. [2]

  μηδ᾽ ὕπνον μαλακοῖσιν ἐπ᾽ ὄμμασι προσδέξασθαι,

  πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα: [3]

  πῇ παρέβην; τί δ᾽ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;

  ἀρξάμενος δ᾽ ἀπὸ τοῦδε † ἐπέξιθι: καὶ μετέπειτα

  δειλὰ μὲν † ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.

  καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, [4] οὐχ ἵνα δι᾽ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο: [5] μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι: ‘ἂν ἐγὼ ἔτι φιλοσοφήσω, ὃ θέλει γινέσθω. πού ποτ᾽ ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι †’ [6] εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγεις ‘ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω;’ οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν. [7] ἀλλ᾽ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ᾽ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ᾽ ἑκάστου τῶν τραχέων; ὅτι ‘ἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν.’ [8] ὁ θεός σοι λέγει ‘δός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας:’ εἶτ᾽ ἐπ᾽ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω: τοῦ διψᾶν, δίψα καλῶς: τοῦ πεινᾶν, πείνα καλῶς. [9] οὐκ ἐξἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται: καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

  ἀλλ᾽ οὐ φιλολογῶ; [10] — τίνος δ᾽ ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς; [11] τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδ᾽ ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. [12] μή τι περιπατῶν ἀναγιγνώσκεις; — οὔ. — οὕτως οὐδὲ πυρέσσων. ἀλλ᾽ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος: ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος. [13] τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα: ὅταν ὁ ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδ᾽ ἂν εἴπῃ ‘κομψῶς ἔχεις,’ ὑπερχαίρειν: τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν; [14] μηδ᾽ ἂν εἴπῃ ‘κακῶς ἔχεις,’ ἀθυμεῖν: τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος; [15] τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις ‘ἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω;’ τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσσοντι: ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ. [16] οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα τὰ ἐκτὸς τηρεῖν, οὔτε τὸ οἰνάριον οὔτε τὸ ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δ᾽ ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι. [17] ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων; [18] δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ: ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλ᾽ ἐπακολουθεῖν. [19] ‘οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν.’ οὔ: ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δ᾽, ὡς ἂν προσενεχθῇ, αὐτὸς ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον. [20] τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δ᾽ ἀλλότριον: τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.

  σποράδην τινά.

  εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει: [2] ‘ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω: ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω.’ [3] καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.

  μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου: [4]

  ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽ι καὶ, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,

  ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες

  ξεῖνοί τε πτωχοί τε.

  τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν: [5] οὔ μοι θέμις ἔστ᾽ οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι, πατέρ᾽ ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου: [6] καὶ ἐπ᾽ ἀδελφῷ: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.

  περὶ ??
?σκήσεως.

  τὰς ἀσκήσεις οὐ δεῖ διὰ τῶν παρὰ φύσιν καὶ παραδόξων ποιεῖσθαι, ἐπεί τοι τῶν θαυματοποιῶν οὐδὲν διοίσομεν οἱ λέγοντες φιλοσοφεῖν. [2] δύσκολον γάρ ἐστι καὶ τὸ ἐπὶ σχοινίου περιπατεῖν καὶ οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἐπικίνδυνον. τούτου ἕνεκα δεῖ καὶ ἡμᾶς μελετᾶν ἐπὶ σχοινίου περιπατεῖν ἢ φοίνικα ἱστάνειν ἢ ἀνδριάντας περιλαμβάνειν; [3] οὐδαμῶς. οὐκ ἔστι τὸ δύσκολον πᾶν καὶ ἐπικίνδυνον ἐπιτήδειον πρὸς ἄσκησιν, ἀλλὰ τὸ πρόσφορον τῷ προκειμένῳ ἐκπονηθῆναι. [4] τί δ᾽ ἐστὶ τὸ προκείμενον ἐκπονηθῆναι; ὀρέξει καὶ ἐκκλίσει ἀκωλύτως ἀναστρέφεσθαι. τοῦτο δὲ τί ἐστιν, μήτε ὀρεγόμενον ἀποτυγχάνειν μήτ᾽ ἐκκλίνοντα περιπίπτειν. πρὸς τοῦτο οὖν καὶ τὴν ἄσκησιν ῥέπειν δεῖ. [5] ἐπεὶ γὰρ οὐκ ἔστιν ἀναπότευκτον σχεῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἀπερίπτωτον ἄνευ μεγάλης καὶ συνεχοῦς ἀσκήσεως, ἴσθι ὅτι, ἐὰν ἔξω ἐάσῃς ἀποστρέφεσθαι αὐτὴν ἐπὶ τὰ ἀπροαίρετα, οὔτε τὴν ὄρεξιν ἐπιτευκτικὴν ἕξεις οὔτε τὴν ἔκκλισιν ἀπερίπτωτον. [6] καὶ ἐπεὶ τὸ ἔθος ἰσχυρὸν προηγῆται πρὸς μόνα ταῦτα εἰθισμένων ἡμῶν χρῆσθαι ὀρέξει καὶ ἐκκλίσει, δεῖ τῷ ἔθει τούτῳ ἐναντίον ἔθος ἀντιθεῖναι καὶ ὅπου ὁ πολὺς ὄλισθος τῶν φαντασιῶν, ἐκεῖ ἀντιτιθέναι τὸ ἀσκητικόν.

  [7] Ἑτεροκλινῶς ἔχω πρὸς ἡδονήν: ἀνατοιχήσω ἐπὶ τὸ ἐναντίον ὑπὲρ τὸ μέτρον τῆς ἀσκήσεως ἕνεκα. ἐκκλιτικῶς ἔχω πόνου: τρίψω μου καὶ γυμνάσω πρὸς τοῦτο τὰς φαντασίας ὑπὲρ τοῦ ἀποστῆναι τὴν ἔκκλισιν ἀπὸ παντὸς τοῦ τοιούτου. [8] τίς γάρ ἐστιν ἀσκητής; ὁ μελετῶν ὀρέξει μὲν μὴ χρῆσθαι, ἐκκλίσει δὲ πρὸς μόνα τὰ προαιρετικὰ χρῆσθαι καὶ μελετῶν μᾶλλον ἐν τοῖς δυσκαταπονήτοις. καθ᾽ ὃ καὶ ἄλλῳ πρὸς ἄλλα μᾶλλον ἀσκητέον. [9] τί οὖν ὧδε ποιεῖ τὸ φοίνικα στῆσαι ἢ τὸ στέγην δερματίνην καὶ ὅλμον καὶ ὕπερον περιφέρειν; [10] ἄνθρωπε, ἄσκησον, εἰ γοργὸς εἶ, λοιδορούμενος ἀνέχεσθαι, ἀτιμασθεὶς μὴ ἀχθεσθῆναι. εἶθ᾽ οὕτως προσβήσῃ, ἵνα, κἂν πλήξῃ σέ τις, εἴπῃς αὐτὸς πρὸς αὑτὸν ὅτι ‘δόξον ἀνδριάντα περιειληφέναι.’ [11] εἶτα καὶ οἰναρίῳ κομψῶς χρῆσθαι, μὴ εἰς τὸ πολὺ πίνειν (καὶ γὰρ περὶ τοῦτο ἐπαρίστεροι ἀσκηταί εἰσιν), ἀλλὰ πρῶτον εἰς τὸ ἀποσχέσθαι, καὶ κορασιδίου ἀπέχεσθαι καὶ πλακουνταρίου. εἶτά ποτε ὑπὲρ δοκιμασίας, εἰ ἄρα, καθήσεις εὐκαίρως αὐτὸς σαυτὸν ὑπὲρ τοῦ γνῶναι, εἰ ὁμοίως ἡττῶσίν σε αἱ φαντασίαι. [12] τὰ πρῶτα δὲ φεῦγε μακρὰν ἀπὸ τῶν ἰσχυροτέρων. ἄνισος ἡ μάχη κορασιδίῳ κομψῷ πρὸς νέον ἀρχόμενον φιλοσοφεῖν: χύτρα, φασί, καὶ πέτρα οὐ συμφωνεῖ. [13]

  μετὰ τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν δεύτερος τρόπος ὁ περὶ τὴν ὁρμὴν καὶ ἀφορμήν: ἵν᾽ εὐπειθὴς τῷ λόγῳ, ἵνα μὴ παρὰ καιρόν, μὴ παρὰ τόπον, μὴ παρὰ ἄλλην τινὰ τοιαύτην ἀσυμμετρίαν. [14] τρίτος ὁ περὶ τὰς συγκαταθέσεις, ὁ πρὸς τὰ πιθανὰ καὶ ἑλκυστικά. [15] ὡς γὰρ ὁ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν, οὕτως ἀνεξέταστον φαντασίαν μὴ παραδέχεσθαι, ἀλλὰ λέγειν ‘ἔκδεξαι, ἄφες ἴδω, τίς εἶ καὶ πόθεν ἔρχῃ,’ ὡς οἱ νυκτοφύλακες ‘δεῖξόν μοι τὰ συνθήματα.’ ‘ἔχεις τὸ παρὰ τῆς φύσεως σύμβολον, ὃ δεῖ τὴν παραδεχθησομένην ἔχειν φαντασίαν;’ [16] καὶ λοιπὸν ὅσα τῷ σώματι προσάγεται ὑπὸ τῶν γυμναζόντων αὐτό, ἂν μὲν ὧδέ που ῥέπῃ πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἴη ἂν καὶ αὐτὰ ἀσκητικά: ἂν δὲ πρὸς ἐπίδειξιν, ἔξω νενευκότος ἐστὶ καὶ ἄλλο τι θηρωμένου καὶ θεατὰς ζητοῦντος τοὺς ἐροῦντας ‘ὦς μεγάλου ἀνθρώπου.’ [17] διὰ τοῦτο καλῶς ὁ Ἀπολλώνιος ἔλεγεν ὅτι ‘ὅταν θέλῃς σαυτῷ ἀσκῆσαι, διψῶν ποτε καύματος ἐφέλκυσαι βρόγχον ψυχροῦ καὶ ἔκπτυσον καὶ μηδενὶ εἴπῃς.’

  τί ἐρημία καὶ ποῖος ἔρημος.

  ἐρημία ἐστὶ κατάστασίς τις ἀβοηθήτου. οὐ γὰρ ὁ μόνος ὢν εὐθὺς καὶ ἔρημος, ὥσπερ οὐδ᾽ ὁ ἐν πολλοῖς ὢν οὐκ ἔρημος. [2] ὅταν γοῦν ἀπολέσωμεν ἢ ἀδελφὸν ἢ υἱὸν ἢ φίλον, ᾧ προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθ᾽ ὅτε πλῆθος δούλων ἔχοντες. [3] θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν. οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ καὶ αἰδήμονος καὶ ὠφελίμου. [4] ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ ὁ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ: ‘τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε τὸν Ἀπόλλωνα οὔτε ὅλως ἢ ἀδελφὸν ἢ υἱὸν ἢ ἔγγονον ἢ συγγενῆ.’ [5] ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνικοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι ἀνθρώποις. [6] ἀλλ᾽ οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύνασθαι αὐτὸν ἑαυτῷ συνεῖναι: [7] ὡς ὁ Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφ᾽ ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοίκησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις
γίνεται πρεπούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν, μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ ἀπορεῖν: [8] ἐφιστάνειν τῇ θείᾳ διοικήσει, τῇ αὑτῶν πρὸς τἆλλα σχέσει: ἐπιβλέπειν, πῶς πρότερον εἴχομεν πρὸς τὰ συμβαίνοντα, πῶς νῦν: τίνα ἐστὶν ἔτι τὰ θλίβοντα: πῶς ἂν θεραπευθῇ καὶ ταῦτα, πῶς ἐξαιρεθῇ: εἴ τινα ἐξεργασίας δεῖται τούτων, κατὰ τὸν αὐτῶν λόγον ἐξεργάζεσθαι.