[9] ὁρᾶτε γάρ, ὅτι εἰρήνην μεγάλην ὁ Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι οὐδὲ μάχαι οὐδὲ λῃστήρια μεγάλα οὐδὲ πειρατικά, ἀλλ᾽ ἔξεστιν πάσῃ ὥρᾳ ὁδεύειν, πλεῖν ἀπ᾽ ἀνατολῶν ἐπὶ δυσμάς. [10] μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἢ ἀπὸ σεισμοῦ ἢ ἀπὸ κεραυνοῦ; ἄγε ἀπ᾽ ἔρωτος; οὐ δύναται. ἀπὸ πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπ᾽ οὐδενὸς ἁπλῶς τούτων: [11] ὁ δὲ λόγος ὁ τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; ‘ἄν μοι προσέχητε, ὦ ἄνθρωποι, ὅπου ἂν ἦτε, ὅ τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ ἐλεύθεροι διάξετε ἀπὸ πάντων.’ [12] ταύτην τὴν εἰρήνην τις ἔχων οὐχὶ κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαρος (πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;), ἀλλ᾽ ὑπὸ τοῦ θεοῦ κεκηρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν ᾖ μόνος, ἐπιβλέπων καὶ ἐνθυμούμενος [13] ‘νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας: πᾶσα ὁδός, πᾶσα πόλις, πᾶσα σύνοδος, γείτων, κοινωνὸς ἀβλαβής. ἄλλος παρέχει τροφάς, ᾧ μέλει, ἄλλος ἐσθῆτα, ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις. [14] ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει, τὴν θύραν ἤνοιξεν καὶ λέγει σοι ‘ἔρχου.’ ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλ᾽ ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοιχεῖα. [15] ὅσον ἦν ἐν σοὶ πυρός, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδ᾽ Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν μεστὰ καὶ δαιμόνων;’ [16] ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον ἢ καὶ ἀβοήθητος. [17] ‘τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με;’ μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.

  [18] ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; τί χείρονας ἑαυτοὺς ποιῶμεν τῶν παιδαρίων; ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ; ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ: καὶ οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς. [19] ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλ᾽ ἐκεῖνα ὑπ᾽ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δ᾽ ὑπὸ φρονήσεως δυστυχοῦμεν;

  [20] πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν . [21] ... ἀλλ᾽ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθ᾽ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον: ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δ᾽ εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ. [22] οὔ: ἀλλ᾽ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι. [23] δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.

  σποράδην τινά.

  ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται. [2] ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου. [3] σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

  [4] ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας. [5] ‘ἐγὼ ὕδωρ πίνω.’ διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖν πίνειν, πῖνε: εἰ δὲ μή, γελοίως ποιεῖς. [6] εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;

  [7] τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατ᾽ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατ᾽ ἔνστασιν.

  [8] δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων. [9] τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δ᾽ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη: [10] καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτ᾽ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

  [11] ‘κρείσσων εἰμὶ σοῦ: ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν.’ ἄλλος λέγει [12] ‘ἐγὼ δεδημάρχηκα, σὺ δ᾽ οὔ.’ εἰ δ᾽ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι ‘ὁ πατήρ μου ὠκύτερος ἦν’ ἢ ὅτι ‘ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον’ ἢ ὅτι ‘κομψὰ περιτραχήλια;’ εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι ‘ἔστω ταῦτα, τρέχωμεν οὖν;’ [13] ἄγε, ἐπ᾽ ἀνθρώπου οὖν οὐδέν ἐστι τ?
?ιοῦτον οἷον ἐφ᾽ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτ᾽ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη; [14] τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵν᾽ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι ‘μεγάλα λακτίζω,’ ἐρῶ σοι κἀγὼ ὅτι ‘ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.’

  ὅτι δεῖ περιεσκεμμένως ἔρχεσθαι ἐφ᾽ ἕκαστα.

  ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἔρχου ἐπ᾽ αὐτό. εἰ δὲ μή, τὴν μὲν πρώτην ἥξεις προθύμως ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμημένος, ὕστερον δ᾽ ἀναφανέντων τινῶν αἰσχρῶς ἀποστήσῃ. [2] ‘θέλω Ὀλύμπια νικῆσαι.’ ἀλλὰ σκόπει τὰ καθηγούμενα αὐτοῦ καὶ τὰ ἀκόλουθα: καὶ οὕτως ἄν σοι λυσιτελῇ, ἅπτου τοῦ ἔργου. [3] δεῖ σε εὐτακτεῖν, ἀναγκοφαγεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει: μὴ ψυχρὸν πίνειν, μὴ οἶνον ὅτ᾽ ἔτυχεν: ἁπλῶς ὡς ἰατρῷ γὰρ παραδεδωκέναι σεαυτὸν τῷ ἐπιστάτῃ: [4] εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι, ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι: καὶ μετὰ τούτων πάντων ἔσθ᾽ ὅτε νικηθῆναι. [5] ταῦτα λογισάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν: εἰ δὲ μή, ὅρα ὅτι ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν ἀθλητὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ ὅ τι ἂν ἴδῃ καὶ θαυμάσῃ. [6] οὕτως καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα φιλόσοφος, εἶτα ῥήτωρ, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν, ἀλλ᾽ ὡς ὁ πίθηκος πᾶν ὃ ἂν ἴδῃς μιμῇ καὶ ἀεί σοι ἄλλο ἐξ ἄλλου ἀρέσκει, τὸ σύνηθες δ᾽ ἀπαρέσκει. [7] οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας ὅλον τὸ πρᾶγμα οὐδὲ βασανίσας, ἀλλ᾽ εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν. [8]

  οὕτως τινὲς ἰδόντες φιλόσοφον καὶ ἀκούσαντές τινος οὕτως λέγοντος, ὡς Εὐφράτης λέγει (καίτοι τίς οὕτως δύναται εἰπεῖν ὡς ἐκεῖνος;), θέλουσιν καὶ αὐτοὶ φιλοσοφεῖν. [9] ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν ὀσφῦν. [10] ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν; [11] ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ, ἐν δίκῃ. [12] ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος. [13] ταῦτα οὐ συμφωνεῖ: ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν: ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός: ἢ περὶ τὰ ἔσω φιλοπονεῖν ἢ περὶ τὰ ἔξω: τοῦτ᾽ ἔστι φιλοσόφου στάσιν ἔχειν ἢ ἰδιώτου.

  Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι [14] ‘νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;:’ ὁ δὲ ‘μὴ παρέργως ποτ᾽,’ ἔφη, ‘ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;’

  ὅτι εὐλαβῶς δεῖ συγκαθιέναι εἰς συμπεριφοράν.

  ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ. [2] καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, ἢ αὐτὸς ἐκεῖνον ἀποσβέσει ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει. [3] τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένους, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης: τί γὰρ ποιήσεις, [4] ἂν περὶ μονομάχων λαλῇς, ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων: ‘ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός: τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς:’ ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται; [5] ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστ᾽ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστ᾽ ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας; [6] πόθεν ὑμῖν; ἀλλ᾽ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.

  [7] διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν: διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν. [8] πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα. [9] μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν: εἰ δὲ μή, καθ᾽ ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε. [10] μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε. [11] διὰ τοῦτο καὶ τῶν πατρίδων
συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας ‘εἴδ᾽ ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος.’ [12] οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες. [13] καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη: πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς. [14] οὔ: ἀλλ᾽ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον: εἶτ᾽ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί. [15] καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτ᾽ ἐπιστροφὴ ἐφ᾽ αὑτὸν καὶ παρατήρησις ‘πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ;’ [16] εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.