εἶτ᾽ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλ᾽ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς. [111] οἷον γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν ‘νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ: κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν: [112] καὶ τούτου με ὁ Ζεὺς αὐτὸν παρ᾽ ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἷον δεῖ, πολίτην οἷον δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα τῶν ἀπροαιρέτων. ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπιθυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν ἑαυτοῖς ζητεῖτε: εἰ δὲ μή, οὐχ εὑρήσετε. [113] ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δ᾽ ἐκεῖ πέμπει, πένητα δείκνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα: εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν: μὴ γένοιτο: τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ; οὐδ᾽ ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος. [114] εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν; οὐχὶ δ᾽ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα;’ [115]

  ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιρρωννύντος. [116] καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν. [117] ἂν δ᾽ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα; [118] μόνον μὴ πόμπευε αὐτὴν μηδ᾽ ἀλαζονεύου ἐπ᾽ αὐτῇ, ἀλλ᾽ ἔργῳ δείκνυε: κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

  πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο.

  σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας, τίνων δ᾽ οὔ, καὶ πῶς ἐφ᾽ οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος, ἐφ᾽ οἷς δ᾽ ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες. [2] οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς ληπτέον: [3] οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξεστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ εἶναι, ἀλλ᾽ ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας. [4] τί οὖν; οὐδ᾽ ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵν᾽ ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλ᾽ εὐθὺς ἀναλαβόντι καὶ ἀνακτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυμίαν ἔξεστιν ἀγωνίζεσθαι: κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξεστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπειπόντι. [5] μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν: καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώμενος τὴν περίοδον ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν. [6] ‘ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ. τί γάρ; πρῴην οὐχ ἡττήθην;’ ‘προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην γὰρ οὐκ ἔψεξα;’ [7] οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξεληλυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι ‘πρῴην γὰρ οὐκ ἐλουσάμην;’ ἂν οὖν ὁ ἰατρὸς αὐτῷ ἔχῃ λέγειν ‘ἄγε, λουσάμενος οὖν τί ἔπαθες; οὐκ ἐπύρεξας; [8] οὐκ ἐκεφαλάλγησας;’ καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας; οὐ φλυάρου; οὐκ ἔθρεψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα; ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος; τί οὖν τὰ πρῴην λέγεις; [9] ἔδει δ᾽ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι τῶν αὐτῶν ἁμαρτημάτων. [10] ἀλλ᾽ οὐχ ὅμοιον: ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;

  πρὸς τοὺς τὴν ἀπορίαν δεδοικότας.

  οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δ᾽ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθ᾽ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες; [2] καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς. [3] ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτον οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δ᾽ ἀνέγνως τοιαῦτα, πολλὰ δ᾽ ἔγραφες; ποσάκις δ᾽ ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις; [4] — ναί: ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. — τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος; [5] τὰ κάτω τὰ αὐτά; οὐ θ?
?λεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης; [6] τίνα πώποτ᾽ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δ᾽ οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδ᾽ ἀποθανεῖν δύνασθαι, [7] σὺ δ᾽ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι, οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν; — ἀλλ᾽ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. — μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδ᾽ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.

  [8] αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον, οὗ σὺ αἴτιος οὐκ εἶ, ὃ ἄλλως ἀπήντησέν σοι, ὡς κεφαλαλγία, ὡς πυρετός; εἴ σου οἱ γονεῖς πένητες ἦσαν ἢ πλούσιοι μὲν ἦσαν, ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρκοῦσιν οὐδέν, σοὶ ταῦτα αἰσχρά ἐστιν; [9] ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; † τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ, ὃ αὐτὸς οὐκ ἐποίησεν; [10] σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν αἰσχύνεσθαι; [11] οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ; [12] τοιγαροῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον: περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ. [13] οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν: οὐδέποτε δ᾽ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας: οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δ᾽ ἕνεκα πολλούς: οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ ‘δύναμαι φέρειν ἢ οὐ δύναμαι; [14] τί μοι τὸ λοιπόν ἐστιν;,’ ἀλλ᾽ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵν᾽ ἀμετάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν † ἀποτευκτικὴν ἔκκλισιν: περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

  [15] οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτ᾽ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ † τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ; [16] ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι: τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων: ἀπὸ τίνων; [17] δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις: εἶθ᾽ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον. [18] ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, δι᾽ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε. [19] ‘ἰδοὺ δεικνύω,’ φησίν, ‘ἀναλύσω σοι συλλογισμούς.’ τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον: τὸ μετρούμενον δ᾽ οὐκ ἔστιν. [20] διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας φιλοσοφίας: τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ: κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

  [21] εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δ᾽ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, [22] ἵν᾽ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθ᾽ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ ‘μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον,’ εἶτ᾽ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς ‘οὐδεὶς φέρει φαγεῖν;’ [23] , εἶτ᾽ ‘ἆρον τὰς τραπέζας,’ ‘σπόγγισον.’ τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν. [24] ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτ᾽ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ. [25] διὰ τί δ᾽ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δ᾽ οὐδείς, ἀλλὰ πᾶς ζημίαν. [26] οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδ᾽ ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;

  [27] φοβεῖτ
αί τις ἀνὴρ ἀγαθός, μὴ λείπωσιν αὐτῷ τροφαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι: λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδ᾽ ἐργάτῃ οὐδὲ σκυτεῖ: τῷ δ᾽ ἀγαθῷ λείψει; [28] οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγμάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγαθῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτ᾽ ἀποθανόντι; [29] — τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; — τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν; πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα, ὑμνῶν αὐτοῦ τὰ ἔργα. [30] καὶ γὰρ ἦλθον, ὅτ᾽ ἐκείνῳ ἔδοξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπ᾽ ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς. [31] οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλ᾽ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δ᾽ ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο. [32] καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γ᾽ οὐδ᾽ αὐτὸς ἑαυτοῦ, ὁ δ᾽ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας, εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος: καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος. [33] ὁ δ᾽ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρ᾽ ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς; [34] οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδ᾽ ἀρχαῖς, ἀλλ᾽ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτ᾽ ἔστι δόγμασι περὶ τῶν ἐφ᾽ ἡμῖν καὶ οὐκ ἐφ᾽ ἡμῖν. [35] ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους. [36] καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δ᾽ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;