τί οὖν, ἂν νοσήσω; [37] — νοσήσεις καλῶς. — τίς με θεραπεύσει; — ὁ θεός, οἱ φίλοι. — σκληρῶς κατακείσομαι. — ἀλλ᾽ ὡς ἀνήρ. — οἴκημα ἐπιτήδειον οὐχ ἕξω. — ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; — τίς μοι ποιήσει τὰ τροφεῖα; — οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες: ὡς Μάνης νοσήσεις. — τί δὲ καὶ τὸ πέρας τῆς νόσου; [38] — ἄλλο τι ἢ θάνατος; ἆρ᾽ οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δ᾽ ὁ τοῦ θανάτου φόβος; [39] ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.
BOOK IV.
περὶ ἐλευθερίας.
ἐλεύθερός ἐστιν ὁ ζῶν ὡς βούλεται, ὃν οὔτ᾽ ἀναγκάσαι ἔστιν οὔτε κωλῦσαι οὔτε βιάσασθαι, οὗ αἱ ὁρμαὶ ἀνεμπόδιστοι, αἱ ὀρέξεις ἐπιτευκτικαί, αἱ ἐκκλίσεις ἀπερίπτωτοι. [2] τίς οὖν θέλει ζῆν ἁμαρτάνων; — οὐδείς. — τίς θέλει ζῆν ἐξαπατώμενος, προπίπτων, ἄδικος ὤν, ἀκόλαστος, μεμψίμοιρος, ταπεινός; [3] — οὐδείς. — οὐδεὶς ἄρα τῶν φαύλων ζῇ ὡς βούλεται: οὐ τοίνυν οὐδ᾽ ἐλεύθερός ἐστιν. [4] τίς δὲ θέλει λυπούμενος ζῆν, φοβούμενος, φθονῶν, ἐλεῶν, ὀρεγόμενος καὶ ἀποτυγχάνων, ἐκκλίνων καὶ περιπίπτων; [5] — οὐδὲ εἷς. — ἔχομεν οὖν τινα τῶν φαύλων ἄλυπον, ἄφοβον, ἀπερίπτωτον, ἀναπότευκτον; — οὐδένα. — οὐκ ἄρα οὐδὲ ἐλεύθερον.
[6] ταῦτα ἄν τις ἀκούσῃ δισύπατος, ἂν μὲν προσθῇς ὅτι ‘ἀλλὰ σύ γε σοφὸς εἶ, οὐδὲν πρὸς σὲ ταῦτα,’ συγγνώσεταί σοι. [7] ἂν δ᾽ αὐτῷ τὰς ἀληθείας εἴπῃς ὅτι ‘τῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι,’ τί ἄλλο ἢ πληγάς σε δεῖ προσδοκᾶν; [8] ‘πῶς γάρ,’ φησίν, ‘ἐγὼ δοῦλός εἰμι; ὁ πατὴρ ἐλεύθερος, ἡ μήτηρ ἐλευθέρα, οὗ ὠνὴν οὐδεὶς ἔχει: ἀλλὰ καὶ συγκλητικός εἰμι καὶ Καίσαρος φίλος καὶ ὑπάτευκα καὶ δούλους πολλοὺς ἔχω.’ [9] πρῶτον μέν, ὦ βέλτιστε συγκλητικέ, τάχα σου καὶ ὁ πατὴρ τὴν αὐτὴν δουλείαν δοῦλος ἦν καὶ ἡ μήτηρ καὶ ὁ πάππος καὶ ἐφεξῆς πάντες οἱ πρόγονοι. [10] εἰ δὲ δὴ καὶ τὰ μάλιστα ἦσαν ἐλεύθεροι, τί τοῦτο πρὸς σέ; τί γάρ, εἰ ἐκεῖνοι μὲν γενναῖοι ἦσαν, σὺ δ᾽ ἀγεννής; ἐκεῖνοι μὲν ἄφοβοι, σὺ δὲ δειλός; ἐκεῖνοι μὲν ἐγκρατεῖς, σὺ δ᾽ ἀκόλαστος;
καὶ τί, φησί, τοῦτο πρὸς τὸ δοῦλον εἶναι; [11] — οὐδέν σοι φαίνεται εἶναι τὸ ἄκοντά τι ποιεῖν, τὸ ἀναγκαζόμενον, τὸ στένοντα πρὸς τὸ δοῦλον εἶναι; [12] — τοῦτο μὲν ἔστω, φησίν. ἀλλὰ τίς με δύναται ἀναγκάσαι, εἰ μὴ ὁ πάντων κύριος Καῖσαρ; [13] — οὐκοῦν ἕνα μὲν δεσπότην σαυτοῦ καὶ σὺ αὐτὸς ὡμολόγησας. ὅτι δὲ πάντων, ὡς λέγεις, κοινός ἐστιν, μηδέν σε τοῦτο παραμυθείσθω, ἀλλὰ γίγνωσκε, ὅτι ἐκ μεγάλης οἰκίας δοῦλος εἶ. [14] οὕτως καὶ Νικοπολῖται ἐπιβοᾶν εἰώθασι ‘νὴ τὴν Καίσαρος τύχην, ἐλεύθεροί ἐσμεν.’
[15] ὅμως δ᾽, ἐάν σοι δοκῇ, τὸν μὲν Καίσαρα πρὸς τὸ παρὸν ἀφῶμεν, ἐκεῖνο δέ μοι εἰπέ: οὐδέποτ᾽ ἠράσθης τινός; οὐ παιδισκαρίου, οὐ παιδαρίου, οὐ δούλου, οὐκ ἐλευθέρου; [16] — τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἢ ἐλεύθερον; [17] — οὐδέποθ᾽ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτ᾽ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος. [18] τί οὖν ἄλλο ἐστὶ δουλεία; νυκτὸς οὐδέποτ᾽ ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνάλωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων, ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος; [19] ἀλλ᾽ εἰ σὺ αἰσχύνῃ τὰ σαυτοῦ ὁμολογεῖν, ὅρα ἃ λέγει καὶ ποιεῖ ὁ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε ὁ Γέτας οὐ τολμᾷ ἐξελθεῖν, ἀλλ᾽ εἰ προσηναγκάζετο ὑπ᾽ αὐτοῦ, πόλλ᾽ ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυράμενος ἐξῆλθεν. [20] εἶτα, τί λέγει;
παιδισκάριόν με,
φησίν,
καταδεδούλωκ᾽ εὐτελές,
ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε.
τάλας, [21] ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκαρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί δὲ προφέρεις σου τὰς στρατε [22] ίας; εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπ᾽ εὐνοίας μὴ διδόντα χαλεπαίνειν καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται: πλὴν καὶ τότε πῶς; [23] † μηδ᾽ ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτ᾽ ἐλευθερίαν †.
[24] σκέψαι δ᾽ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας. [25] λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθ᾽ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δ᾽ ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δ᾽ ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων; [26] ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ ὑπομένει τὴν τοιαύτην διεξαγωγήν, [27] ὅσα δ᾽ οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα κα?
?? ἀκώλυτα εἶναι. [28] καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; ‘οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾁδειν ὅταν θέλω: σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις ‘τί σοι κακόν ἐστιν;’ [29] διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλ᾽ ἅμα τε ἑάλω καὶ ἀποθανόντα διέφυγεν. [30] οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι ‘τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύνασαι: οὐ μᾶλλον,’ φησίν, ‘ἢ τοὺς ἰχθύας.’ [31] ‘πῶς; οὐ γὰρ λήψομαι αὐτούς;’ ‘ἂν λάβῃς,’ φησίν, ‘εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες.’ καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν: καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς παρασκευῆς ὄφελος;’ [32] τοῦτ᾽ ἔστιν ἐλευθέρου ἀνδρὸς φωνὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρηκότος. ἂν δ᾽ ἀλλαχοῦ ζητῇς ἢ ὅπου ἐστίν, τί θαυμαστόν, εἰ οὐδέποτε αὐτὸ εὑρίσκεις;
[33] ὁ δοῦλος εὐθὺς εὔχεται ἀφεθῆναι ἐλεύθερος. διὰ τί; δοκεῖτε, ὅτι τοῖς εἰκοστώναις ἐπιθυμεῖ δοῦναι ἀργύριον; οὔ: ἀλλ᾽ ὅτι φαντάζεται μέχρι νῦν διὰ τὸ μὴ τετυχηκέναι τούτου ἐμποδίζεσθαι καὶ δυσροεῖν. [34] ‘ἂν ἀφεθῶ,’ φησίν, ‘εὐθὺς πᾶσα εὔροια, οὐδενὸς ἐπιστρέφομαι, πᾶσιν ὡς ἴσος καὶ ὅμοιος λαλῶ, πορεύομαι ὅπου θέλω, ἔρχομαι ὅθεν θέλω καὶ ὅπου θέλω.’ [35] εἶτα ἀπηλευθέρωται καὶ εὐθὺς μὲν οὐκ ἔχων, ποῖ φάγῃ, ζητεῖ, τίνα κολακεύσῃ, παρὰ τίνι δειπνήσῃ: εἶτα ἢ ἐργάζεται τῷ σώματι καὶ πάσχει τὰ δεινότατα κἂν σχῇ τινα φάτνην, ἐμπέπτωκεν εἰς δουλείαν πολὺ τῆς προτέρας χαλεπω [36] τέραν ἢ καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δουλείαν ποθεῖ. [37] ‘τί γάρ μοι κακὸν ἦν; ἄλλος μ᾽ ἐνέδυεν, ἄλλος μ᾽ ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλίγα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι δουλεύων ἀνθ᾽ ἑνός; [38] ὅμως δ᾽ ἐὰν δακτυλίους,’ φησίν, ‘λάβω, τότε γ᾽ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα.’ πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος: εἶτα λαβὼν πάλιν ταὐτά. [39] εἶτά φησιν ‘ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν.’ στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην. [40] εἶθ᾽ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.
[41] ἵνα μὴ μωρὸς ᾖ, ἀλλ᾽ ἵνα μάθῃ, ἃ ἔλεγεν ὁ Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις. [42] τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν. τοῖς ἐπὶ μέρους. [43] ἡμεῖς δ᾽ ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλ᾽ ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. ὁ δ᾽ ὅτι πτωχός ἐστιν, ὁ δ᾽ ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δ᾽ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν. τοῦτο δ᾽ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι. [44] ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλ᾽ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν. [45] τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον: ἀπῆλθεν, ἀπέσπεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον: ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν. [46] τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα φίλον; [47] ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώτερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καίσαρος; εὐθὺς ἀκούεις ὅτι ‘παῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ: οὐκ οἶδας, οἷα πάσχω τάλας: οὐδ᾽ ὕπνος ἐπέρχεταί μοι, ἀλλ᾽ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν: εἶτα ταραχαί, εἶτα φροντίδες.’ [48] ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει: ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦλος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μωρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστιγωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλ᾽ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπολέσῃ τὸν τράχηλον. [49] ἐλούου δὲ πότ᾽ ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν ἢ τὸν τότε; [50] ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἢ ἀναλήθης, μὴ ἀποδύρασθαι τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν ᾖ φίλτερος. [51]