οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημί. [2] ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας. [3] ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι. [4] τοιαῦτα δ᾽ ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους. [5] ἀλλ᾽ ἐμοί γε οὐ πολὺς λόγος, εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδ᾽ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα. εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λόγοι οὗτοι, [6] ἔχοιεν ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους: [7] εἰ δὲ μή, ἀλλ᾽ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ἠβούλετο. [8] εἰ δ᾽ οἱ λόγοι αὐτοὶ ἐφ᾽ αὑτῶν τοῦτο οὐ διαπράττονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ καὶ ἀνάγκη οὕτως ἔχειν. ἔρρωσο.

  BOOK I.

  περὶ τῶν ἐφ᾽ ἡμῖν καὶ οὐκ ἐφ᾽ ἡμῖν.

  τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν, οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἢ ἀποδοκιμαστικήν. [2] ἡ γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεωρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. ἡ μουσική; μέχρι τοῦ διαγνῶναι τὸ μέλος. [3] αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλ᾽ ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων, ἡ γραμματικὴ ἐρεῖ: πότερον δὲ γραπτέον τῷ ἑταίρῳ ἢ οὐ γραπτέον, ἡ γραμματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως ἡ μουσική: πότερον δ᾽ ᾀστέον νῦν καὶ κιθαριστέον ἢ οὔτε ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ. [4] τίς οὖν ἐρεῖ; ἡ καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δ᾽ ἐστὶ τίς; ἡ δύναμις ἡ λογική: μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοήσουσα παρείληπται, τίς τέ ἐστι καὶ τί δύναται καὶ πόσου ἀξία οὖσα ἐλήλυθεν, καὶ τὰς ἄλλας ἁπάσας. [5] τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ οὐ λέγει. δῆλον ὅτι ἡ χρηστικὴ δύναμις ταῖς φαντασίαις. τί ἄλλο τὸ μουσικήν, [6] γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς καιροὺς παραδεικνύον; οὐδὲν ἄλλο.

  [7] ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυριεῦον οἱ θεοὶ μόνον ἐφ᾽ ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δ᾽ ἄλλα οὐκ ἐφ᾽ ἡμῖν. ἆρά γε ὅτι οὐκ ἤθελον; [8] ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν: ἀλλὰ πάντως οὐκ ἠδύναντο. [9] ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόν τ᾽ ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι;

  ἀλλὰ τί λέγει ὁ Ζεύς; [10] ‘Ἐπίκτητε, εἰ οἷόν τε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον καὶ ἀπαραπόδιστον. [11] νῦν δέ, μή σε λανθανέτω, τοῦτο οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος. [12] ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν ᾗ τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτ᾽ ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα. [13] τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα;’ ‘μὴ γένοιτο.’ ‘ἀρκῇ οὖν αὐτοῖς;’ ‘εὔχομαι † δὲ τοῖς θεοῖς.’ [14]

  νῦν δ᾽ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ. [15] ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπ᾽ αὐτῶν καὶ καθελκόμεθα. [16] διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς: ‘τίς ἄνεμος πνεῖ; βορέας.’ τί ἡμῖν καὶ αὐτῷ; ‘πότε ὁ ζέφυρος πνεύσει;’ ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον. [17] τί οὖν; δεῖ τὰ ἐφ᾽ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δ᾽ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. ‘πῶς οὖν πέφυκεν;’ ὡς ἂν ὁ θεὸς θέλῃ.

  [18] ‘ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον;’ τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς; οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, [19] ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπ᾽ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν. [20] ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ † κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ‘ἄν τί θέλω,’ φησίν, ‘ἐρῶ σου τῷ κυρίῳ.’

  [21] ‘τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις;’ τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν κα??
? τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν; [22] ἀποθανεῖν με δεῖ: μή τι οὖν καὶ στένοντα; δεθῆναι: μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι: μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα; [23] ‘εἰπὲ τὰ ἀπόρρητα.’ οὐ λέγω: τοῦτο γὰρ ἐπ᾽ ἐμοί ἐστιν. ‘ἀλλὰ δήσω σε.’ ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδ᾽ ὁ Ζεὺς νι [24] κῆσαι δύναται. ‘εἰς φυλακήν σε βαλῶ.’ τὸ σωμάτιον. ‘ἀποκεφαλίσω σε.’ πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν; [25] ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθ᾽ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι.

  Θρασέας εἰώθει λέγειν [26] ‘σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι’ [27] τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; ‘εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δ᾽ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;’

  [28] διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ‘ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι.’ ἀπηγγέλη αὐτῷ ὅτι [29] ‘κρίνῃ ἐν συγκλήτῳ.’—’ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη’ (ταύτῃ δ᾽ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν): [30] ‘ἀπέλθωμεν καὶ γυμνασθῶμεν.’ γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι ‘Κατακέκρισαι.’—’φυγῇ,’, φησίν, ‘ἢ θανάτῳ;’—’φυγῇ.’—’τὰ ὑπάρχοντα τί;’—’οὐκ ἀφῃρέθη.’—’εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν. ‘ [31] — τοῦτ᾽ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ. [32] εἰ ἤδη, ἀποθνῄσκω: κἂν μετ᾽ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.

  πῶς ἄν τις σῴζοι τὸ κατὰ πρόσωπον ἐν παντί.

  τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ᾽ εὔλογον φορητόν. [2] πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει. — τίνα τρόπον; — ὅρα πῶς: Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν. [3] — τὸ δ᾽ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — ὅταν γοῦν πάθῃ τις ὅτι εὔ [4] λογον, ἀπελθὼν ἀπήγξατο. ἁπλῶς ἐὰν προσέχωμεν, ὑπ᾽ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπ᾽ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.

  [5] ἄλλῳ δ᾽ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον. [6] διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει. [7] εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος. [8] τῷ γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δ᾽ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν: [9] ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι. [10] ἂν οὖν μου πυνθάνῃ ‘παρακρατήσω τὴν ἀμίδα ἢ μή;,’ ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι: ὥστ᾽ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει. [11] ‘ἀλλ᾽ οὐκ ἂν κατ᾽ ἐμέ.’ τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις: ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.

  [12] διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη [13] ‘κατάβηθι.’ πυθομένου δ᾽ αὐτοῦ ‘διὰ τί σὺ οὐ καταβαίνεις;’ ἔφη ὅτι ‘ἐγὼ οὐδὲ βουλεύομαι.’ [14] ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου. [15] τί γάρ μου πυνθάνῃ; ‘θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή;’ λέγω ζωή. [16] ‘πόνος ἢ ἡδονή;’ λέγω ἡδονή. ‘ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι.’ ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δ᾽ οὐ τραγῳδήσω. [17] ‘διὰ τί;’ ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδ᾽ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον. [18] ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ‘ἐξομοιώθητι τοῖς πολλοῖς;’ καὶ πῶς ἔτι πορφύρα ἔσομαι;

  [19] ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ‘ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν: μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι.’ [20] ‘ἄγε ἀλλ᾽ εἰσελθών,’ φησίν, ‘σιώπησον.’ ‘μή μ᾽ ἐξέταζε καὶ σιωπήσω.’ ‘ἀλλὰ δεῖ με ἐξετάσαι.’ ‘κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον.’ ‘ἀλλ᾽ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.’ [21] ‘πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα: σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.’ [22] τί
οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δ᾽ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται; [23] ἄλλος δ᾽ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περὶ στάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν [24] ‘ἔχω χάριν, ὅτι μου φείδῃ.’ τὸν τοιοῦτον οὐδ᾽ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλ᾽ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα. [25]

  τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δ᾽ ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ‘ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα;’ οὐχ ὑπέμεινεν, ἀλλ᾽ ἐγκαρτερήσας ἀπέθανεν. [26] πυθομένου δέ τινος: πῶς τοῦτο ἐποίησεν; ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος; ὡς ἀνήρ, ἔφη, ἀνὴρ δ᾽ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτω [27] νι ἀλειφόμενος. ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπετμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου. [28] τοιοῦτόν ἐστι τὸ κατὰ πρόσωπον: οὕτως ἰσχυρὸν παρὰ τοῖς εἰθισμένοις αὐτὸ συνεισφέρειν ἐξ αὐτῶν ἐν ταῖς σκέψεσιν. [29] ‘ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι.’ ἂν ὦ φιλόσοφος, λέγω ‘οὐ διαξυρῶμαι.’ ‘ἀλλ᾽ ἀφελῶ σου τὸν τράχηλον.’ εἰ σοὶ ἄμεινον, ἄφελε.